호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
καὶ μὴν στίβοι γε, δεύτερον τεκμήριον, ποδῶν ὅμοιοι τοῖς τ ἐμοῖσιν ἐμφερεῖς - καὶ γὰρ δύ ἐστὸν τώδε περιγραφὰ ποδοῖν, αὐτοῦ τ ἐκείνου καὶ συνεμπόρου τινός.? πτέρναι τενόντων θ ὑπογραφαὶ μετρούμεναι εἰς ταὐτὸ συμβαίνουσι τοῖς ἐμοῖς στίβοις. πάρεστι δ ὠδὶς καὶ φρενῶν καταφθορά. εὔχου τὰ λοιπά, τοῖς θεοῖς τελεσφόρους εὐχὰς ἐπαγγέλλουσα, τυγχάνειν καλῶς. ἐπεὶ τί νῦν ἕκατι δαιμόνων κυρῶ· εἰς ὄψιν ἥκεις ὧνπερ ἐξηύχου πάλαι. καὶ τίνα σύνοισθά μοι καλουμένῃ βροτῶν· σύνοιδ Ὀρέστην πολλά ς ἐκπαγλουμένην. καὶ πρὸς τί δῆτα τυγχάνω κατευγμάτων· ὅδ εἰμί: μὴ μάτευ ἐμοῦ μᾶλλον φίλον. ἀλλ ἦ δόλον τιν, ὦ ξέν, ἀμφί μοι πλέκεις· αὐτὸς καθ αὑτοῦ τἄρα μηχανορραφῶ. ἀλλ ἐν κακοῖσι τοῖς ἐμοῖς γελᾶν θέλεις. κἀν τοῖς ἐμοῖς ἄρ, εἴπερ ἔν γε τοῖσι σοῖς ὡς ὄντ Ὀρέστην τάδε ς ἐγὼ προσεννέπω·?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기