호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἔχει μὲν ἤδη γαπότους χοὰς πατήρ:? νέου δὲ μύθου τοῦδε κοινωνήσατε: λέγοις ἄν: ὀρχεῖται δὲ καρδία φόβῳ. ὁρῶ τομαῖον τόνδε βόστρυχον τάφῳ. τίνος ποτ ἀνδρός, ἢ βαθυζώνου κόρης· εὐξύμβολον τόδ ἐστὶ παντὶ δοξάσαι. πῶς οὖν· παλαιὰ παρὰ νεωτέρας μάθω. οὐκ ἔστιν ὅστις πλὴν ἐμοῦ κείραιτό νιν. ἐχθροὶ γὰρ οἷς προσῆκε πενθῆσαι τριχί. καὶ μὴν ὅδ ἐστὶ κάρτ ἰδεῖν ὁμόπτερος - ποίαις ἐθείραις· τοῦτο γὰρ θέλω μαθεῖν. αὐτοῖσιν ἡμῖν κάρτα προσφερὴς ἰδεῖν. μῶν οὖν Ὀρέστου κρύβδα δῶρον ἦν τόδε· μάλιστ ἐκείνου βοστρύχοις προσείδεται. καὶ πῶς ἐκεῖνος δεῦρ ἐτόλμησεν μολεῖν· ἔπεμψε χαίτην κουρίμην χάριν πατρός. οὐχ ἧσσον εὐδάκρυτά μοι λέγεις τάδε, εἰ τῆσδε χώρας μήποτε ψαύσει ποδί. κἀμοὶ προσέστη καρδίας κλυδώνιον χολῆς, ἐπαίσθην δ ὡς διανταίῳ βέλει: ἐξ ὀμμάτων δὲ δίψιοι πίπτουσί μοι σταγόνες ἄφρακτοι δυσχίμου πλημμυρίδος, πλόκαμον ἰδούσῃ τόνδε: πῶς γὰρ ἐλπίσω ἀστῶν τιν ἄλλον τῆσδε δεσπόζειν φόβης· ἀλλ οὐδὲ μήν νιν ἡ κτανοῦς ἐκείρατο, ἐμὴ δὲ μήτηρ, οὐδαμῶς ἐπώνυμον φρόνημα παισὶ δύσθεον πεπαμένη. ἐγὼ δ ὅπως μὲν ἄντικρυς τάδ αἰνέσω, εἶναι τόδ ἀγλάισμά μοι τοῦ φιλτάτου βροτῶν Ὀρέστου - σαίνομαι δ ὑπ ἐλπίδος.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기