호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
αἰδουμένη σοι βωμὸν ὡς τύμβον πατρὸς λέξω, κελεύεις γάρ, τὸν ἐκ φρενὸς λόγον.? λέγοις ἄν, ὥσπερ ᾐδέσω τάφον πατρός. φθέγγου χέουσα κεδνὰ τοῖσιν εὔφροσιν. τίνας δὲ τούτους τῶν φίλων προσεννέπω· πρῶτον μὲν αὑτὴν χὤστις Αἴγισθον στυγεῖ. ἐμοί τε καὶ σοί τἄρ ἐπεύξομαι τάδε· αὐτὴ σὺ ταῦτα μανθάνους ἤδη φράσαι. τίν οὖν ἔτ ἄλλον τῇδε προστιθῶ στάσει· μέμνης Ὀρέστου, κεἰ θυραῖός ἐσθ ὅμως. εὖ τοῦτο, κἀφρένωσας οὐχ ἥκιστά με. τοῖς αἰτίοις νῦν τοῦ φόνου μεμνημένη - τί φῶ· δίδασκ ἄπειρον ἐξηγουμένη. ἐλθεῖν τιν αὐτοῖς δαίμον ἢ βροτῶν τινα - πότερα δικαστὴν ἢ δικηφόρον λέγεις· ἅπλῶς τι φράζους, ὅστις ἀνταποκτενεῖ. καὶ ταῦτά μοὐστὶν εὐσεβῆ θεῶν πάρα· πῶς δ οὐ τὸν ἐχθρὸν ἀνταμείβεσθαι κακοῖς· κῆρυξ μέγιστε τῶν ἄνω τε καὶ κάτω, <ἄρηξον,> Ἑρμῆ χθόνιε, κηρύξας ἐμοὶ τοὺς γῆς ἔνερθε δαίμονας κλύειν ἐμὰς εὐχάς, πατρῴων δωμάτων ἐπισκόπους, καὶ Γαῖαν αὐτήν, ἣ τὰ πάντα τίκτεται, θρέψασά τ αὖθις τῶνδε κῦμα λαμβάνει: κἀγὼ χέουσα τάσδε χέρνιβας βροτοῖς λέγω καλοῦσα πατέρ, "ἐποίκτιρόν τ ἐμὲ φίλον τ Ὀρέστην: πῶς ἀνάξομεν δόμοις· πεπραμένοι γὰρ νῦν γέ πως ἀλώμεθα πρὸς τῆς τεκούσης, ἄνδρα δ ἀντηλλάξατο Αἴγισθον, ὅσπερ σοῦ φόνου μεταίτιος. κἀγὼ μὲν ἀντίδουλος: ἐκ δὲ χρημάτων φεύγων Ὀρέστης ἐστίν, οἱ δ ὑπερκόπως ἐν τοῖσι σοῖς πόνοισι χλίουσιν μέγα. ἐλθεῖν δ Ὀρέστην δεῦρο σὺν τύχῃ τινὶ κατεύχομαί σοι, καὶ σὺ κλῦθί μου, πάτερ: αὐτῇ τέ μοι δὸς σωφρονεστέραν πολὺ μητρὸς γενέσθαι χεῖρά τ εὐσεβεστέραν.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기