- 텍스트

Aeschylus, Eumenides, choral, antistrophe 2

(아이스킬로스, 에우메니데스, choral, antistrophe 2)

ἐμὲ παθεῖν τάδε, φεῦ, ἐμὲ παλαιόφρονα κατά τε γᾶς οἰκεῖν, φεῦ, ἀτίετον μύσος.? πνέω τοι μένος ἅπαντά τε κότον. οἶ οἶ δᾶ, φεῦ. τίς μ ὑποδύεται, τίς ὀδύνα πλευράς· θυμὸν ἀιέ, μᾶτερ Νύξ: ἀπὸ γάρ με τι- μᾶν δαναιᾶν θεῶν δυσπάλαμοι παρ οὐδὲν ἦραν δόλοι. οὔτοι καμοῦμαί σοι λέγουσα τἀγαθά, ὡς μήποτ εἴπῃς πρὸς νεωτέρας ἐμοῦ θεὸς παλαιὰ καὶ πολισσούχων βροτῶν ἄτιμος ἔρρειν τοῦδ ἀπόξενος πέδου.

ἀλλ εἰ μὲν ἁγνόν ἐστί σοι Πειθοῦς σέβας· γλώσσης ἐμῆς μείλιγμα καὶ θελκτήριον, σὺ δ οὖν μένοις ἄν: εἰ δὲ μὴ θέλεις μένειν, οὔ τἂν δικαίως τῇδ ἐπιρρέποις πόλει μῆνίν τιν ἢ κότον τιν ἢ βλάβην στρατῷ. ἔξεστι γάρ σοι τῆσδε γαμόρῳ χθονὸς εἶναι δικαίως ἐς τὸ πᾶν τιμωμένῃ.?

상위

Eumenides (에우메니데스)

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION