- 텍스트

Aeschylus, Eumenides, choral, strophe 2 1:

(아이스킬로스, 에우메니데스, choral, strophe 2 1:)

ὀργὰς ξυνοίσω σοι:? θυραῖος ἔστω πόλεμος, οὐ μόλις παρών, ἐν ᾧ τις ἔσται δεινὸς εὐκλείας ἔρως: γεραιτέρα γὰρ εἶ. καὶ τῷ μὲν <εἶ> σὺ κάρτ ἐμοῦ σοφωτέρα: φρονεῖν δὲ κἀμοὶ Ζεὺς ἔδωκεν οὐ κακῶς. ὑμεῖς δ ἐς ἀλλόφυλον ἐλθοῦσαι χθόνα γῆς τῆσδ ἐρασθήσεσθε: προυννέπω τάδε. οὑπιρρέων γὰρ τιμιώτερος χρόνος ἔσται πολίταις τοῖσδε. καὶ σὺ τιμίαν ἕδραν ἔχουσα πρὸς δόμοις Ἐρεχθέως τεύξῃ παρ ἀνδρῶν καὶ γυναικείων στόλων, ὅσων παρ ἄλλων οὔποτ ἂν σχέθοις βροτῶν. σὺ δ ἐν τόποισι τοῖς ἐμοῖσι μὴ βάλῃς μήθ αἱματηρὰς θηγάνας, σπλάγχνων βλάβας νέων, ἀοίνοις ἐμμανεῖς θυμώμασιν, μήτ, ἐξελοῦς ὡς καρδίαν ἀλεκτόρων, ἐν τοῖς ἐμοῖς ἀστοῖσιν ἱδρύσῃς Ἄρη ἐμφύλιόν τε καὶ πρὸς ἀλλήλους θρασύν.?

상위

Eumenides (에우메니데스)

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION