- 텍스트

Aeschylus, Eumenides, choral, antistrophe 1

(아이스킬로스, 에우메니데스, choral, antistrophe 1)

ἰὼ θεοὶ νεώτεροι, παλαιοὺς νόμους καθιππάσασθε κἀκ χερῶν εἵλεσθέ μου.? ἐγὼ δ ἄτιμος ἁ τάλαινα βαρύκοτος ἐν γᾷ τᾷδε, φεῦ, ἰὸν ἰὸν ἀντιπενθῆ μεθεῖσα καρδίας, σταλαγμὸν χθονὶ ἄφορον: ἐκ δὲ τοῦ λειχὴν ἄφυλλος, ἄτεκνος, ἰὼ δίκα, πέδον ἐπισύμενος βροτοφθόρους κηλῖδας ἐν χώρᾳ βαλεῖ. στενάζω: τί ῥέξω· γελῶμαι πολίταις: δύσοισθ ἅπαθον. ἰὼ μεγάλα τοι κόραι δυστυχεῖς Νυκτὸς ἀτιμοπενθεῖς. οὐκ ἔστ ἄτιμοι, μηδ ὑπερθύμως ἄγαν θεαὶ βροτῶν κτίσητε δύσκηλον χθόνα.

κἀγὼ πέποιθα Ζηνί, καὶ τί δεῖ λέγειν· καὶ κλῇδας οἶδα δώματος μόνη θεῶν, ἐν ᾧ κεραυνός ἐστιν ἐσφραγισμένος: ἀλλ οὐδὲν αὐτοῦ δεῖ: σὺ δ εὐπιθὴς ἐμοὶ γλώσσης ματαίας μὴ κβάλῃς ἔπη χθονί, καρπὸν φέροντα πάντα μὴ πράσσειν καλῶς κοίμα κελαινοῦ κύματος πικρὸν μένος ὡς σεμνότιμος καὶ ξυνοικήτωρ ἐμοί: πολλῆς δὲ χώρας τῆσδ ἔτ ἀκροθίνια θύη πρὸ παίδων καὶ γαμηλίου τέλους ἔχους ἐς αἰεὶ τόνδ ἐπαινέσεις λόγον.?

상위

Eumenides (에우메니데스)

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION