호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἰὼ θεοὶ νεώτεροι, παλαιοὺς νόμους καθιππάσασθε κἀκ χερῶν εἵλεσθέ μου.? ἐγὼ δ ἄτιμος ἁ τάλαινα βαρύκοτος ἐν γᾷ τᾷδε, φεῦ, ἰὸν ἰὸν ἀντιπενθῆ μεθεῖσα καρδίας, σταλαγμὸν χθονὶ ἄφορον: ἐκ δὲ τοῦ λειχὴν ἄφυλλος, ἄτεκνος, ἰὼ δίκα, πέδον ἐπισύμενος βροτοφθόρους κηλῖδας ἐν χώρᾳ βαλεῖ. στενάζω: τί ῥέξω· γελῶμαι πολίταις. δύσοισθ ἅπαθον. ἰὼ μεγάλα τοὶ κόραι δυστυχεῖς Νυκτὸς ἀτιμοπενθεῖς. ἐμοὶ πίθεσθε μὴ βαρυστόνως φέρειν.
οὐ γὰρ νενίκησθ, ἀλλ ἰσόψηφος δίκη ἐξῆλθ ἀληθῶς, οὐκ ἀτιμίᾳ σέθεν: ἀλλ ἐκ Διὸς γὰρ λαμπρὰ μαρτύρια παρῆν, αὐτός θ ὁ χρήσας αὐτὸς ἦν ὁ μαρτυρῶν, ὡς ταῦτ Ὀρέστην δρῶντα μὴ βλάβας ἔχειν. ὑμεῖς δὲ μὴ θυμοῦσθε μηδὲ τῇδε γῇ βαρὺν κότον σκήψητε, μηδ ἀκαρπίαν τεύξητ, ἀφεῖσαι δαιμόνων σταλάγματα, βρωτῆρας αἰχμὰς σπερμάτων ἀνημέρους. ἐγὼ γὰρ ὑμῖν πανδίκως ὑπίσχομαι ἕδρας τε καὶ κευθμῶνας ἐνδίκου χθονὸς λιπαροθρόνοισιν ἡμένας ἐπ ἐσχάραις ἕξειν ὑπ ἀστῶν τῶνδε τιμαλφουμένας.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기