호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἄγε δὴ καὶ χορὸν ἅψωμεν, ἐπεὶ μοῦσαν στυγερὰν ἀποφαίνεσθαι δεδόκηκεν, λέξαι τε λάχη τὰ κατ ἀνθρώπους ὡς ἐπινωμᾷ στάσις ἁμά.? εὐθυδίκαιοι δ οἰόμεθ εἶναι: τὸν μὲν καθαρὰς χεῖρας προνέμοντ οὔτις ἐφέρπει μῆνις ἀφ ἡμῶν, ἀσινὴς δ αἰῶνα διοιχνεῖ: ὅστις δ ἀλιτὼν ὥσπερ ὅδ ἁνὴρ χεῖρας φονίας ἐπικρύπτει, μάρτυρες ὀρθαὶ τοῖσι θανοῦσιν παραγιγνόμεναι πράκτορες αἵματος αὐτῷ τελέως ἐφάνημεν.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기