- 텍스트

Aeschylus, Eumenides, episode, lyric 2:

(아이스킬로스, 에우메니데스, episode, lyric 2:)

καὶ νῦν ἀφ ἁγνοῦ στόματος εὐφήμως καλῶ χώρας ἄνασσαν τῆσδ Ἀθηναίαν ἐμοὶ μολεῖν ἀρωγόν:? κτήσεται δ ἄνευ δορὸς αὐτόν τε καὶ γῆν καὶ τὸν Ἀργεῖον λεὼν πιστὸν δικαίως ἐς τὸ πᾶν τε σύμμαχον. ἀλλ εἴτε χώρας ἐν τόποις Λιβυστικοῖς, Τρίτωνος ἀμφὶ χεῦμα γενεθλίου πόρου, τίθησιν ὀρθὸν ἢ κατηρεφῆ πόδα, φίλοις ἀρήγους, εἴτε Φλεγραίαν πλάκα θρασὺς ταγοῦχος ὡς ἀνὴρ ἐπισκοπεῖ, ἔλθοι - κλύει δὲ καὶ πρόσωθεν ὢν θεός - ὅπως γένοιτο τῶνδ ἐμοὶ λυτήριος.?

상위

Eumenides (에우메니데스)

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION