호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἦ κάρτ ἄτιμα καὶ παρ οὐδὲν εἰργάσω Ἥρας τελείας καὶ Διὸς πιστώματα.? Κύπρις δ ἄτιμος τῷδ ἀπέρριπται λόγῳ, ὅθεν βροτοῖσι γίγνεται τὰ φίλτατα. εὐνὴ γὰρ ἀνδρὶ καὶ γυναικὶ μόρσιμος ὁρ´κου στὶ μείζων τῇ δίκῃ φρουρουμένη. εἰ τοῖσιν οὖν κτείνουσιν ἀλλήλους χαλᾷς τὸ μὴ τίνεσθαι μηδ ἐποπτεύειν κότῳ, οὔ φημ Ὀρέστην ς ἐνδίκως ἀνδρηλατεῖν. τὰ μὲν γὰρ οἶδα κάρτα ς ἐνθυμουμένην, τὰ δ ἐμφανῶς πράσσουσαν ἡσυχαιτέραν. δίκας δὲ Παλλὰς τῶνδ ἐποπτεύσει θεά. τὸν ἄνδρ ἐκεῖνον οὔ τι μὴ λίπω ποτέ. σὺ δ οὖν δίωκε καὶ πόνον πλείω τίθου. τιμὰς σὺ μὴ σύντεμνε τὰς ἐμὰς λόγῳ. οὐδ ἂν δεχοίμην ὥστ ἔχειν τιμὰς σέθεν. μέγας γὰρ ἔμπας πὰρ Διὸς θρόνοις λέγῃ. ἐγὼ δ, ἄγει γὰρ αἷμα μητρῷον, δίκας μέτειμι τόνδε φῶτα κἀκκυνηγετῶ. ἐγὼ δ ἀρήξω τὸν ἱκέτην τε ῥύσομαι: δεινὴ γὰρ ἐν βροτοῖσι κἀν θεοῖς πέλει τοῦ προστροπαίου μῆνις, εἰ προδῶ σφ ἑκών. ἄνασς Ἀθάνα, Λοξίου κελεύμασιν ἥκω, δέχου δὲ πρευμενῶς ἀλάστορα, οὐ προστρόπαιον οὐδ ἀφοίβαντον χέρα, ἀλλ ἀμβλὺς ἤδη προστετριμμένος τε πρὸς ἄλλοισιν οἴκοις καὶ πορεύμασιν βροτῶν. ὅμοια χέρσον καὶ θάλασσαν ἐκπερῶν, σῴζων ἐφετμὰς Λοξίου χρηστηρίους, πρόσειμι δῶμα καὶ βρέτας τὸ σόν, θεά. αὐτοῦ φυλάσσων ἀναμένω τέλος δίκης. εἰε῀ν: τόδ ἐστὶ τἀνδρὸς ἐκφανὲς τέκμαρ. ἕπου δὲ μηνυτῆρος ἀφθέγκτου φραδαῖς. τετραυματισμένον γὰρ ὡς κύων νεβρὸν πρὸς αἷμα καὶ σταλαγμὸν ἐκματεύομεν. πολλοῖς δὲ μόχθοις ἀνδροκμῆσι φυσιᾷ σπλάγχνον: χθονὸς γὰρ πᾶς πεποίμανται τόπος, ὑπέρ τε πόντον ἀπτέροις ποτήμασιν ἦλθον διώκους, οὐδὲν ὑστέρα νεώς. καὶ νῦν ὅδ ἐνθάδ ἐστί που καταπτακών. ὀσμὴ βροτείων αἱμάτων με προσγελᾷ.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기