호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἔξω, κελεύω, τῶνδε δωμάτων τάχος χωρεῖτ, ἀπαλλάσσεσθε μαντικῶν μυχῶν, μὴ καὶ λαβοῦσα πτηνὸν ἀργηστὴν ὄφιν, χρυσηλάτου θώμιγγος ἐξορμώμενον, ἀνῇς ὑπ ἄλγους μέλαν ἀπ ἀνθρώπων ἀφρόν, ἐμοῦσα θρόμβους οὓς ἀφείλκυσας φόνου.? οὔτοι δόμοισι τοῖσδε χρίμπτεσθαι πρέπει: ἀλλ οὗ καρανιστῆρες ὀφθαλμωρύχοι δίκαι σφαγαί τε σπέρματός τ ἀποφθορᾷ παίδων κακοῦται χλοῦνις, ἠδ ἀκρωνία, λευσμός τε, καὶ μύζουσιν οἰκτισμὸν πολὺν ὑπὸ ῥάχιν παγέντες. ἆρ ἀκούετε οἱάς ἑορτῆς ἔστ ἀπόπτυστοι θεοῖς στέργηθρ ἔχουσαι· πᾶς δ ὑφηγεῖται τρόπος μορφῆς. λέοντος ἄντρον αἱματορρόφου οἰκεῖν τοιαύτας εἰκός, οὐ χρηστηρίοις ἐν τοῖσδε πλησίοισι τρίβεσθαι μύσος. χωρεῖτ ἄνευ βοτῆρος αἰπολούμεναι. ποίμνης τοιαύτης δ οὔτις εὐφιλὴς θεῶν. ἄναξ Ἄπολλον, ἀντάκουσον ἐν μέρει. αὐτὸς σὺ τούτων οὐ μεταίτιος πέλῃ, ἀλλ εἷς τὸ πᾶν ἔπραξας ὢν παναίτιος. πῶς δή· τοσοῦτο μῆκος ἔκτεινον λόγου. ἔχρησας ὥστε τὸν ξένον μητροκτονεῖν. ἔχρησα ποινὰς τοῦ πατρὸς πρᾶξαι. τί μήν · κἄπειθ ὑπέστης αἵματος δέκτωρ νέου. καὶ προστραπέσθαι τούσδ ἐπέστελλον δόμους. καὶ τὰς προπομποὺς δῆτα τάσδε λοιδορεῖς· οὐ γὰρ δόμοισι τοῖσδε πρόσφορον μολεῖν. ἀλλ ἔστιν ἡμῖν τοῦτο προστεταγμένον. τίς ἥδε τιμή· κόμπασον γέρας καλόν. τοὺς μητραλοίας ἐκ δόμων ἐλαύνομεν. τί γὰρ γυναικὸς ἥτις ἄνδρα νοσφίσῃ· οὐκ ἂν γένοιθ ὅμαιμος αὐθέντης φόνος.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기