- 텍스트

Aeschylus, Eumenides, episode

(아이스킬로스, 에우메니데스, episode)

πρῶτον μὲν εὐχῇ τῇδε πρεσβεύω θεῶν τὴν πρωτόμαντιν Γαῖαν:? Διὸς προφήτης δ ἐστὶ Λοξίας πατρός. ἐκ δὲ τῆς Θέμιν, ἣ δὴ τὸ μητρὸς δευτέρα τόδ ἕζετο μαντεῖον, ὡς λόγος τις: ἐν δὲ τῷ τρίτῳ λάχει, θελούσης, οὐδὲ πρὸς βίαν τινός, Τιτανὶς ἄλλη παῖς Χθονὸς καθέζετο, Φοίβη: δίδωσι δ ἣ γενέθλιον δόσιν Φοίβῳ: τὸ Φοίβης δ ὄνομ ἔχει παρώνυμον. λιπὼν δὲ λίμνην Δηλίαν τε χοιράδα, κέλσας ἐπ ἀκτὰς ναυπόρους τὰς Παλλάδος, ἐς τήνδε γαῖαν ἦλθε Παρνησοῦ θ ἕδρας. πέμπουσι δ αὐτὸν καὶ σεβίζουσιν μέγα κελευθοποιοὶ παῖδες Ἡφαίστου, χθόνα ἀνήμερον τιθέντες ἡμερωμένην. μολόντα δ αὐτὸν κάρτα τιμαλφεῖ λεώς, Δελφός τε χώρας τῆσδε πρυμνήτης ἄναξ. τέχνης δέ νιν Ζεὺς ἔνθεον κτίσας φρένα ἵζει τέταρτον τοῖσδε μάντιν ἐν θρόνοις: τούτους ἐν εὐχαῖς φροιμιάζομαι θεούς.

Παλλὰς προναία δ ἐν λόγοις πρεσβεύεται: σέβω δὲ νύμφας, ἔνθα Κωρυκὶς πέτρα κοίλη, φίλορνις, δαιμόνων ἀναστροφή: Βρόμιος ἔχει τὸν χῶρον, οὐδ ἀμνημονῶ, ἐξ οὗτε Βάκχαις ἐστρατήγησεν θεός, λαγὼ δίκην Πενθεῖ καταρράψας μόρον: Πλειστοῦ τε πηγὰς καὶ Ποσειδῶνος κράτος καλοῦσα καὶ τέλειον ὕψιστον Δία, ἔπειτα μάντις ἐς θρόνους καθιζάνω. καὶ νῦν τυχεῖν με τῶν πρὶν εἰσόδων μακρῷ ἄριστα δοῖεν: κεἰ παρ Ἑλλήνων τινές, ἴτων πάλῳ λαχόντες, ὡς νομίζεται. μαντεύομαι γὰρ ὡς ἂν ἡγῆται θεός. ἦ δεινὰ λέξαι, δεινὰ δ ὀφθαλμοῖς δρακεῖν, πάλιν μ ἔπεμψεν ἐκ δόμων τῶν Λοξίου, ὡς μήτε σωκεῖν μήτε μ ἀκταίνειν βάσιν, τρέχω δὲ χερσίν, οὐ ποδωκείᾳ σκελῶν:

δείσασα γὰρ γραῦς οὐδέν, ἀντίπαις μὲν οὖν. ἐγὼ μὲν ἑρ´πω πρὸς πολυστεφῆ μυχόν:

ὁρῶ δ ἐπ ὀμφαλῷ μὲν ἄνδρα θεομυσῆ ἕδραν ἔχοντα προστρόπαιον, αἵματι στάζοντα χεῖρας καὶ νεοσπαδὲς ξίφος ἔχοντ ἐλαίας θ ὑψιγέννητον κλάδον, λήνει μεγίστῳ σωφρόνως ἐστεμμένον, ἀργῆτι μαλλῷ: τῇδε γὰρ τρανῶς ἐρῶ. πρόσθεν δὲ τἀνδρὸς τοῦδε θαυμαστὸς λόχος εὕδει γυναικῶν ἐν θρόνοισιν ἥμενος.

οὔτοι γυναῖκας, ἀλλὰ Γοργόνας λέγω, οὐδ αὖτε Γοργείοισιν εἰκάσω τύποις. εἶδόν ποτ ἤδη Φινέως γεγραμμένας δεῖπνον φερούσας: ἄπτεροί γε μὴν ἰδεῖν αὗται, μέλαιναι δ ἐς τὸ πᾶν βδελύκτροποι: ῥέγκουσι δ οὐ πλατοῖσι φυσιάμασιν: ἐκ δ ὀμμάτων λείβουσι δυσφιλῆ λίβα: καὶ κόσμος οὔτε πρὸς θεῶν ἀγάλματα φέρειν δίκαιος οὔτ ἐς ἀνθρώπων στέγας. τὸ φῦλον οὐκ ὄπωπα τῆσδ ὁμιλίας οὐδ ἥτις αἰᾶ τοῦτ ἐπεύχεται γένος τρέφους ἀνατεὶ μὴ μεταστένειν πόνον. τἀντεῦθεν ἤδη τῶνδε δεσπότῃ δόμων αὐτῷ μελέσθω Λοξίᾳ μεγασθενεῖ.

ἰατρόμαντις δ ἐστὶ καὶ τερασκόπος καὶ τοῖσιν ἄλλοις δωμάτων καθάρσιος. οὔτοι προδώσω:

διὰ τέλους δέ σοι φύλαξ ἐγγὺς παρεστὼς καὶ πρόσω δ ἀποστατῶν ἐχθροῖσι τοῖς σοῖς οὐ γενήσομαι πέπων. καὶ νῦν ἁλούσας τάσδε τὰς μάργους ὁρᾷς: ὕπνῳ πεσοῦσαι δ αἱ κατάπτυστοι κόραι, γραῖαι παλαιαὶ παῖδες, αἷς οὐ μείγνυται θεῶν τις οὐδ ἄνθρωπος οὐδὲ θήρ ποτε. κακῶν δ ἕκατι κἀγένοντ, ἐπεὶ κακὸν σκότον νέμονται Τάρταρόν θ ὑπὸ χθονός, μισήματ ἀνδρῶν καὶ θεῶν Ὀλυμπίων. ὅμως δὲ φεῦγε μηδὲ μαλθακὸς γένῃ. ἐλῶσι γάρ σε καὶ δι ἠπείρου μακρᾶς βιβῶντ ἀν αἰεὶ τὴν πλανοστιβῆ χθόνα ὑπέρ τε πόντον καὶ περιρρύτας πόλεις. καὶ μὴ πρόκαμνε τόνδε βουκολούμενος πόνον: μολὼν δὲ Παλλάδος ποτὶ πτόλιν ἵζου παλαιὸν ἄγκαθεν λαβὼν βρέτας. κἀκεῖ δικαστὰς τῶνδε καὶ θελκτηρίους μύθους ἔχοντες μηχανὰς εὑρήσομεν, ὥστ ἐς τὸ πᾶν σε τῶνδ ἀπαλλάξαι πόνων: καὶ γὰρ κτανεῖν ς ἔπεισα μητρῷον δέμας. ἄναξ Ἄπολλον, οἶσθα μὲν τὸ μὴ δικεῖν: ἐπεὶ δ ἐπίστᾳ, καὶ τὸ μὴ μελεῖν μάθε. σθένος δὲ ποιεῖν εὖ φερέγγυον τὸ σόν. μέμνησο, μὴ φόβος σε νικάτω φρένας. σὺ δ, αὐτάδελφον αἷμα καὶ κοινοῦ πατρός, Ἑρμῆ, φύλασσε: κάρτα δ ὢν ἐπώνυμος πομπαῖος ἴσθι, τόνδε ποιμαίνων ἐμὸν ἱκέτην - σέβει τοι Ζεὺς τόδ ἐκνόμων σέβας - ὁρμώμενον βροτοῖσιν εὐπόμπῳ τύχῃ. εὕδοιτ ἄν, ὠή, καὶ καθευδουσῶν τί δεῖ·

ἐγὼ δ ὑφ ὑμῶν ὧδ ἀπητιμασμένη ἄλλοισιν ἐν νεκροῖσιν, ὧν μὲν ἔκτανον ὄνειδος ἐν φθιτοῖσιν οὐκ ἐκλείπεται, αἰσχρῶς δ ἀλῶμαι: προυννέπω δ ὑμῖν ὅτι ἔχω μεγίστην αἰτίαν κείνων ὕπο: παθοῦσα δ οὕτω δεινὰ πρὸς τῶν φιλτάτων, οὐδεὶς ὑπέρ μου δαιμόνων μηνίεται, κατασφαγείσης πρὸς χερῶν μητροκτόνων. ὁρᾶτε πληγὰς τάσδε καρδίας ὅθεν. εὕδουσα γὰρ φρὴν ὄμμασιν λαμπρύνεται, ἐν ἡμέρᾳ δὲ μοῖρ ἀπρόσκοπος βροτῶν. ἦ πολλὰ μὲν δὴ τῶν ἐμῶν ἐλείξατε, χοάς τ ἀοίνους, νηφάλια μειλίγματα, καὶ νυκτίσεμνα δεῖπν ἐπ ἐσχάρᾳ πυρὸς ἔθυον, ὡρ´αν οὐδενὸς κοινὴν θεῶν.

καὶ πάντα ταῦτα λὰξ ὁρῶ πατούμενα. ὁ δ ἐξαλύξας οἴχεται νεβροῦ δίκην, καὶ ταῦτα κούφως ἐκ μέσων ἀρκυστάτων ὤρουσεν ὑμῖν ἐγκατιλλώψας μέγα. ἀκούσαθ ὡς ἔλεξα τῆς ἐμῆς περὶ ψυχῆς, φρονήσατ, ὦ κατὰ χθονὸς θεαί. ὄναρ γὰρ ὑμᾶς νῦν Κλυταιμήστρα καλῶ. μυγμός. μύζοιτ ἄν, ἁνὴρ δ οἴχεται φεύγων πρόσω: φίλοι γάρ εἰσιν οὐκ ἐμοῖς προσεικότες. μυγμός. ἄγαν ὑπνώσσεις κοὐ κατοικτίζεις πάθος: φονεὺς δ Ὀρέστης τῆσδε μητρὸς οἴχεται. ὠγμός. ᾤζεις, ὑπνώσσεις: οὐκ ἀναστήσῃ τάχος· τί σοι πέπρωται πρᾶγμα πλὴν τεύχειν κακά· ὠγμός. ὕπνος πόνος τε κύριοι συνωμόται δεινῆς δρακαίνης ἐξεκήραναν μένος. μυγμὸς διπλοῦς ὀξύς. λαβὲ λαβὲ λαβὲ λαβέ, φράζου. ὄναρ διώκεις θῆρα, κλαγγαίνεις δ ἅπερ κύων μέριμναν οὔποτ ἐκλείπων πόνου.

τί δρᾷς· ἀνίστω, μή σε νικάτω πόνος, μηδ ἀγνοήσῃς πῆμα μαλθαχθεῖς ὕπνῳ. ἄλγησον ἧπαρ ἐνδίκοις ὀνείδεσιν: τοῖς σώφροσιν γὰρ ἀντίκεντρα γίγνεται. σὺ δ αἱματηρὸν πνεῦμ ἐπουρίσασα τῷ, ἀτμῷ κατισχναίνουσα, νηδύος πυρί, ἕπου, μάραινε δευτέροις διώγμασιν. ἔγειρ, ἔγειρε καὶ σὺ τήνδ, ἐγὼ δὲ σέ. εὕδεις· ἀνίστω, κἀπολακτίσας ὕπνον, ἰδώμεθ εἴ τι τοῦδε φροιμίου ματᾷ.?

상위

Aeschylus (아이스킬로스)

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION