- 텍스트

Aeschylus, Agamemnon, episode, close

(아이스킬로스, 아가멤논, episode, close)

ἀλλ ἐπεὶ δοκεῖς τάδ ἔρδειν καὶ λέγειν, γνώσῃ τάχα εἰᾶ δή, φίλοι λοχῖται, τοὔργον οὐχ ἑκὰς τόδε.? εἰᾶ δή, ξίφος πρόκωπον πᾶς τις εὐτρεπιζέτω. ἀλλὰ κἀγὼ μὴν πρόκωπος οὐκ ἀναίνομαι θανεῖν. δεχομένοις λέγεις θανεῖν σε: τὴν τύχην δ αἱρούμεθα. μηδαμῶς, ὦ φίλτατ ἀνδρῶν, ἄλλα δράσωμεν κακά. ἀλλὰ καὶ τάδ ἐξαμῆσαι πολλά, δύστηνον θέρος. πημονῆς δ ἅλις γ ὑπάρχει: μηδὲν αἱματώμεθα. στείχετ αἰδοῖοι γέροντες πρὸς δόμους, πεπρωμένοις τούσδε πρὶν παθεῖν εἴξαντες ὡρ´ᾳ: χρῆν τάδ ὡς ἐπράξαμεν. εἰ δέ τοι μόχθων γένοιτο τῶνδ ἅλις, δεχοίμεθ ἄν, δαίμονος χηλῇ βαρείᾳ δυστυχῶς πεπληγμένοι. ὧδ ἔχει λόγος γυναικός, εἴ τις ἀξιοῖ μαθεῖν. ἀλλὰ τούσδ ἐμοὶ ματαίαν γλῶσσαν ὧδ ἀπανθίσαι κἀκβαλεῖν ἔπη τοιαῦτα δαίμονος πειρωμένους, σώφρονος γνώμης θ ἁμαρτεῖν τὸν κρατοῦντά <θ ὑβρίσαι>. οὐκ ἂν Ἀργείων τόδ εἰή, φῶτα προσσαίνειν κακόν. ἀλλ ἐγώ ς ἐν ὑστέραισιν ἡμέραις μέτειμ ἔτι. οὔκ, ἐὰν δαίμων, Ὀρέστην δεῦρ ἀπευθύνῃ μολεῖν. οἶδ ἐγὼ φεύγοντας ἄνδρας ἐλπίδας σιτουμένους. πρᾶσσε, πιαίνου, μιαίνων τὴν δίκην, ἐπεὶ πάρα. ἴσθι μοι δώσων ἄποινα τῆσδε μωρίας χάριν. κόμπασον θαρσῶν, ἀλέκτωρ ὥστε θηλείας πέλας. μὴ προτιμήσῃς ματαίων τῶνδ ὑλαγμάτων: <ἐγὼ> καὶ σὺ θήσομεν κρατοῦντε τῶνδε δωμάτων <καλῶς>.?

상위

Agamemnon (아가멤논)

목록

  • close
일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION