호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Ἀτρεὺς γὰρ ἄρχων τῆσδε γῆς, τούτου πατήρ, πατέρα Θυέστην τὸν ἐμόν, ὡς τορῶς φράσαι, αὑτοῦ δ ἀδελφόν, ἀμφίλεκτος ὢν κράτει, ἠνδρηλάτησεν ἐκ πόλεώς τε καὶ δόμων.? καὶ προστρόπαιος ἑστίας μολὼν πάλιν τλήμων Θυέστης μοῖραν ηὑρ´ετ ἀσφαλῆ, τὸ μὴ θανὼν πατρῷον αἱμάξαι πέδον, αὐτός: ξένια δὲ τοῦδε δύσθεος πατὴρ Ἀτρεύς, προθύμως μᾶλλον ἢ φίλως, πατρὶ τὠμῷ, κρεουργὸν ἦμαρ εὐθύμως ἄγειν δοκῶν, παρέσχε δαῖτα παιδείων κρεῶν. τὰ μὲν ποδήρη καὶ χερῶν ἄκρους κτένας ἔθρυπτ, ἄνωθεν . . . . . . . . ἀνδρακὰς καθήμενος. ἄσημα δ αὐτῶν αὐτίκ ἀγνοίᾳ λαβὼν ἔσθει βορὰν ἄσωτον, ὡς ὁρᾷς, γένει. κἄπειτ ἐπιγνοὺς ἔργον οὐ καταίσιον ᾤμωξεν, ἀμπίπτει δ ἀπὸ σφαγὴν ἐρῶν, μόρον δ ἄφερτον Πελοπίδαις ἐπεύχεται, λάκτισμα δείπνου ξυνδίκως τιθεὶς ἀρᾷ, οὕτως ὀλέσθαι πᾶν τὸ Πλεισθένους γένος. ἐκ τῶνδέ σοι πεσόντα τόνδ ἰδεῖν πάρα. κἀγὼ δίκαιος τοῦδε τοῦ φόνου ῥαφεύς. τρίτον γὰρ ὄντα μ ἐπὶ δυσαθλίῳ πατρὶ συνεξελαύνει τυτθὸν ὄντ ἐν σπαργάνοις: τραφέντα δ αὖθις ἡ δίκη κατήγαγεν. καὶ τοῦδε τἀνδρὸς ἡψάμην θυραῖος ὤν, πᾶσαν συνάψας μηχανὴν δυσβουλίας. οὕτω καλὸν δὴ καὶ τὸ κατθανεῖν ἐμοί, ἰδόντα τοῦτον τῆς δίκης ἐν ἑρ´κεσιν. Αἴγισθ, ὑβρίζειν ἐν κακοῖσιν οὐ σέβω. σὺ δ ἄνδρα τόνδε φὴς ἑκὼν κατακτανεῖν, μόνος δ ἔποικτον τόνδε βουλεῦσαι φόνον: οὔ φημ ἀλύξειν ἐν δίκῃ τὸ σὸν κάρα δημορριφεῖς, σάφ ἴσθι, λευσίμους ἀράς.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기