호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τὸ μὲν εὖ πράσσειν ἀκόρεστον ἔφυ πᾶσι βροτοῖσιν:? δακτυλοδείκτων δ οὔτις ἀπειπὼν εἴργει μελάθρων, μηκέτ ἐσέλθῃς, τάδε φωνῶν. καὶ τῷδε πόλιν μὲν ἑλεῖν ἔδοσαν μάκαρες Πριάμου: θεοτίμητος δ οἴκαδ ἱκάνει. νῦν δ εἰ προτέρων αἷμ ἀποτείσῃ καὶ τοῖσι θανοῦσι θανὼν ἄλλων ποινὰς θανάτων ἐπικράνῃ, τίς ἂν <ἐξ>εύξαιτο βροτῶν ἀσινεῖ δαίμονι φῦναι τάδ ἀκούων· ὤμοι, πέπληγμαι καιρίαν πληγὴν ἔσω.
σῖγα:
τίς πληγὴν ἀυτεῖ καιρίως οὐτασμένος· ὤμοι μάλ αὖθις, δευτέραν πεπληγμένος.
τοὔργον εἰργάσθαι δοκεῖ μοι βασιλέως οἰμώγμασιν.
ἀλλὰ κοινωσώμεθ ἤν πως ἀσφαλῆ βουλεύματα. - ἐγὼ μὲν ὑμῖν τὴν ἐμὴν γνώμην λέγω, πρὸς δῶμα δεῦρ ἀστοῖσι κηρύσσειν βοήν.
- - ἐμοὶ δ ὅπως τάχιστά γ ἐμπεσεῖν δοκεῖ καὶ πρᾶγμ ἐλέγχειν σὺν νεορρύτῳ ξίφει. - - κἀγὼ τοιούτου γνώματος κοινωνὸς ὢν ψηφίζομαί τι δρᾶν: τὸ μὴ μέλλειν δ ἀκμή. - - ὁρᾶν πάρεστι: φροιμιάζονται γὰρ ὡς τυραννίδος σημεῖα πράσσοντες πόλει. - - χρονίζομεν γάρ. οἱ δὲ τῆς μελλοῦς κλέος πέδοι πατοῦντες οὐ καθεύδουσιν χερί. - - οὐκ οἶδα βουλῆς ἧστινος τυχὼν λέγω. τοῦ δρῶντός ἐστι καὶ τὸ βουλεῦσαι πέρι. - - κἀγὼ τοιοῦτός εἰμ, ἐπεὶ δυσμηχανῶ λόγοισι τὸν θανόντ ἀνιστάναι πάλιν. - - ἦ καὶ βίον τείνοντες ὧδ ὑπείξομεν δόμων καταισχυντῆρσι τοῖσδ ἡγουμένοις· - - ἀλλ οὐκ ἀνεκτόν,ἀλλὰ κατθανεῖν κρατεῖ: πεπαιτέρα γὰρ μοῖρα τῆς τυραννίδος. - - ἦ γὰρ τεκμηρίοισιν ἐξ οἰμωγμάτων μαντευσόμεσθα τἀνδρὸς ὡς ὀλωλότος· - - σάφ εἰδότας χρὴ τῶνδε θυμοῦσθαι πέρι: τὸ γὰρ τοπάζειν τοῦ σάφ εἰδέναι δίχα. - - ταύτην ἐπαινεῖν πάντοθεν πληθύνομαι, τρανῶς Ἀτρείδην εἰδέναι κυροῦνθ ὅπως. πολλῶν πάροιθεν καιρίως εἰρημένων τἀναντί εἰπεῖν οὐκ ἐπαισχυνθήσομαι.
πῶς γάρ τις ἐχθροῖς ἐχθρὰ πορσύνων, φίλοις δοκοῦσιν εἶναι, πημονῆς ἀρκύστατ ἂν φράξειεν, ὕψος κρεῖσσον ἐκπηδήματος· ἐμοὶ δ ἀγὼν ὅδ οὐκ ἀφρόντιστος πάλαι νείκης παλαιᾶς ἦλθε, σὺν χρόνῳ γε μήν: ἕστηκα δ ἔνθ ἔπαις ἐπ ἐξειργασμένοις. οὕτω δ ἔπραξα, καὶ τάδ οὐκ ἀρνήσομαι: ὡς μήτε φεύγειν μήτ ἀμύνεσθαι μόρον, ἄπειρον ἀμφίβληστρον, ὥσπερ ἰχθύων, περιστιχίζω, πλοῦτον εἵματος κακόν. παίω δέ νιν δίς: κἀν δυοῖν οἰμωγμάτοιν μεθῆκεν αὑτοῦ κῶλα: καὶ πεπτωκότι τρίτην ἐπενδίδωμι, τοῦ κατὰ χθονὸς Διὸς νεκρῶν σωτῆρος εὐκταίαν χάριν. οὕτω τὸν αὑτοῦ θυμὸν ὁρμαίνει πεσών: κἀκφυσιῶν ὀξεῖαν αἵματος σφαγὴν βάλλει μ ἐρεμνῇ ψακάδι φοινίας δρόσου, χαίρουσαν οὐδὲν ἧσσον ἢ διοσδότῳ γάνει σπορητὸς κάλυκος ἐν λοχεύμασιν. ὡς ὧδ ἐχόντων, πρέσβος Ἀργείων τόδε, χαίροιτ ἄν, εἰ χαίροιτ, ἐγὼ δ ἐπεύχομαι.
εἰ δ ἦν πρεπόντων ὥστ ἐπισπένδειν νεκρῷ, τῷδ ἂν δικαίως ἦν, ὑπερδίκως μὲν οὖν. τοσῶνδε κρατῆρ ἐν δόμοις κακῶν ὅδε πλήσας ἀραίων αὐτὸς ἐκπίνει μολών. θαυμάζομέν σου γλῶσσαν, ὡς θρασύστομος, ἥτις τοιόνδ ἐπ ἀνδρὶ κομπάζεις λόγον. πειρᾶσθέ μου γυναικὸς ὡς ἀφράσμονος: ἐγὼ δ ἀτρέστῳ καρδίᾳ πρὸς εἰδότας λέγω: σὺ δ αἰνεῖν εἴτε με ψέγειν θέλεις ὅμοιον. οὗτός ἐστιν Ἀγαμέμνων, ἐμὸς πόσις, νεκρὸς δέ, τῆσδε δεξιᾶς χερὸς ἔργον, δικαίας τέκτονος. τάδ ὧδ ἔχει.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기