호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἰὼ γάμοι γάμοι Πάριδος ὀλέθριοι φίλων.? ἰὼ Σκαμάνδρου πάτριον ποτόν. τότε μὲν ἀμφὶ σὰς ἀϊόνας τάλαιν ἠνυτόμαν τροφαῖς: νῦν δ ἀμφὶ Κωκυτόν τε κἀχερουσίους ὄχθας ἐοίκα θεσπιῳδήσειν τάχα. τί τόδε τορὸν ἄγαν ἔπος ἐφημίσω· νεόγονος ἂν ἀΐων μάθοι. πέπληγμαι δ ὑπαὶ δάκει φοινίῳ δυσαλγεῖ τύχᾳ μινυρὰ κακὰ θρεομένας, θραύματ ἐμοὶ κλύειν.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기