호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἄγε δή, βασιλεῦ, Τροίας πτολίπορθ, Ἀτρέως γένεθλον, πῶς σε προσείπω·? πῶς σε σεβίζω μήθ ὑπεράρας μήθ ὑποκάμψας καιρὸν χάριτος· πολλοὶ δὲ βροτῶν τὸ δοκεῖν εἶναι προτίουσι δίκην παραβάντες. τῷ δυσπραγοῦντι δ ἐπιστενάχειν πᾶς τις ἕτοιμος:
δῆγμα δὲ λύπης οὐδὲν ἐφ ἧπαρ προσικνεῖται: καὶ ξυγχαίρουσιν ὁμοιοπρεπεῖς ἀγέλαστα πρόσωπα βιαζόμενοι. ὅστις δ ἀγαθὸς προβατογνώμων, οὐκ ἔστι λαθεῖν ὄμματα φωτός, τὰ δοκοῦντ εὔφρονος ἐκ διανοίας ὑδαρεῖ σαίνειν φιλότητι. σὺ δέ μοι τότε μὲν στέλλων στρατιὰν Ἑλένης ἕνεκ, οὐ γάρ <ς> ἐπικεύσω, κάρτ ἀπομούσως ἦσθα γεγραμμένος, οὐδ εὖ πραπίδων οἰάκα νέμων θράσος ἐκ θυσιῶν ἀνδράσι θνῄσκουσι κομίζων. νῦν δ οὐκ ἀπ ἄκρας φρενὸς οὐδ ἀφίλως εὔφρων πόνος εὖ τελέσασιν. γνώσῃ δὲ χρόνῳ διαπευθόμενος τόν τε δικαίως καὶ τὸν ἀκαίρως πόλιν οἰκουροῦντα πολιτῶν. πρῶτον μὲν Ἄργος καὶ θεοὺς ἐγχωρίους δίκη προσειπεῖν, τοὺς ἐμοὶ μεταιτίους νόστου δικαίων θ ὧν ἐπραξάμην πόλιν Πριάμου:
δίκας γὰρ οὐκ ἀπὸ γλώσσης θεοὶ κλύοντες ἀνδροθνῆτας Ἰλίου φθορὰς ἐς αἱματηρὸν τεῦχος οὐ διχορρόπως ψήφους ἔθεντο: τῷ δ ἐναντίῳ κύτει ἐλπὶς προσῄει χειρὸς οὐ πληρουμένῳ. καπνῷ δ ἁλοῦσα νῦν ἔτ εὔσημος πόλις. ἄτης θύελλαι ζῶσι: συνθνῄσκουσα δὲ σποδὸς προπέμπει πίονας πλούτου πνοάς. τούτων θεοῖσι χρὴ πολύμνηστον χάριν τίνειν, ἐπείπερ καὶ πάγας ὑπερκότους ἐφραξάμεσθα καὶ γυναικὸς οὕνεκα πόλιν διημάθυνεν Ἀργεῖον δάκος, ἵππου νεοσσός, ἀσπιδηφόρος λεώς, πήδημ ὀρούσας ἀμφὶ Πλειάδων δύσιν: ὑπερθορὼν δὲ πύργον ὠμηστὴς λέων ἄδην ἔλειξεν αἵματος τυραννικοῦ. θεοῖς μὲν ἐξέτεινα φροίμιον τόδε:
ὅτῳ δὲ καὶ δεῖ φαρμάκων παιωνίων, ἤτοι κέαντες ἢ τεμόντες εὐφρόνως πειρασόμεσθα πῆμ ἀποστρέψαι νόσου. τὰ δ ἐς τὸ σὸν φρόνημα, μέμνημαι κλύων, καὶ φημὶ ταὐτὰ καὶ συνήγορόν μ ἔχεις. παύροις γὰρ ἀνδρῶν ἐστι συγγενὲς τόδε, φίλον τὸν εὐτυχοῦντ ἄνευ φθόνου σέβειν. δύσφρων γὰρ ἰὸς καρδίαν προσήμενος ἄχθος διπλοίζει τῷ πεπαμένῳ νόσον, τοῖς τ αὐτὸς αὑτοῦ πήμασιν βαρύνεται καὶ τὸν θυραῖον ὄλβον εἰσορῶν στένει. εἰδὼς λέγοιμ ἄν, εὖ γὰρ ἐξεπίσταμαι ὁμιλίας κάτοπτρον, εἴδωλον σκιᾶς δοκοῦντας εἶναι κάρτα πρευμενεῖς ἐμοί. μόνος δ Ὀδυσσεύς, ὅσπερ οὐχ ἑκὼν ἔπλει, ζευχθεὶς ἕτοιμος ἦν ἐμοὶ σειραφόρος: εἴτ οὖν θανόντος εἴτε καὶ ζῶντος πέρι λέγω. τὰ δ ἄλλα πρὸς πόλιν τε καὶ θεοὺς κοινοὺς ἀγῶνας θέντες ἐν πανηγύρει βουλευσόμεσθα. καὶ τὸ μὲν καλῶς ἔχον ὅπως χρονίζον εὖ μενεῖ βουλευτέον: νῦν δ ἐς μέλαθρα καὶ δόμους ἐφεστίους ἐλθὼν θεοῖσι πρῶτα δεξιώσομαι, οἵπερ πρόσω πέμψαντες ἤγαγον πάλιν.
νίκη δ ἐπείπερ ἕσπετ, ἐμπέδως μένοι. ἄνδρες πολῖται, πρέσβος Ἀργείων τόδε, οὐκ αἰσχυνοῦμαι τοὺς φιλάνορας τρόπους λέξαι πρὸς ὑμᾶς:
ἐν χρόνῳ δ ἀποφθίνει τὸ τάρβος ἀνθρώποισιν. οὐκ ἄλλων πάρα μαθοῦς, ἐμαυτῆς δύσφορον λέξω βίον τοσόνδ ὅσον περ οὗτος ἦν ὑπ Ἰλίῳ. τὸ μὲν γυναῖκα πρῶτον ἄρσενος δίχα ἧσθαι δόμοις ἔρημον ἔκπαγλον κακόν, πολλὰς κλύουσαν κληδόνας παλιγκότους: καὶ τὸν μὲν ἥκειν, τὸν δ ἐπεσφέρειν κακοῦ κάκιον ἄλλο πῆμα, λάσκοντας δόμοις. καὶ τραυμάτων μὲν εἰ τόσων ἐτύγχανεν ἀνὴρ ὅδ, ὡς πρὸς οἶκον ὠχετεύετο φάτις, τέτρηται δικτύου πλέον λέγειν. εἰ δ ἦν τεθνηκώς, ὡς ἐπλήθυον λόγοι, τρισώματός τἂν Γηρυὼν ὁ δεύτερος πολλὴν ἄνωθεν, τὴν κάτω γὰρ οὐ λέγω, χθονὸς τρίμοιρον χλαῖναν ἐξηύχει λαβεῖν, ἅπαξ ἑκάστῳ κατθανὼν μορφώματι. τοιῶνδ ἕκατι κληδόνων παλιγκότων πολλὰς ἄνωθεν ἀρτάνας ἐμῆς δέρης ἔλυσαν ἄλλοι πρὸς βίαν λελημμένης. ἐκ τῶνδέ τοι παῖς ἐνθάδ οὐ παραστατεῖ, ἐμῶν τε καὶ σῶν κύριος πιστωμάτων, ὡς χρῆν, Ὀρέστης: μηδὲ θαυμάσῃς τόδε. τρέφει γὰρ αὐτὸν εὐμενὴς δορύξενος Στρόφιος ὁ Φωκεύς, ἀμφίλεκτα πήματα ἐμοὶ προφωνῶν, τόν θ ὑπ Ἰλίῳ σέθεν κίνδυνον, εἴ τε δημόθρους ἀναρχία βουλὴν καταρρίψειεν, ὥστε σύγγονον βροτοῖσι τὸν πεσόντα λακτίσαι πλέον. τοιάδε μέντοι σκῆψις οὐ δόλον φέρει. ἔμοιγε μὲν δὴ κλαυμάτων ἐπίσσυτοι πηγαὶ κατεσβήκασιν, οὐδ ἔνι σταγών.
ἐν ὀψικοίτοις δ ὄμμασιν βλάβας ἔχω τὰς ἀμφί σοι κλαίουσα λαμπτηρουχίας ἀτημελήτους αἰέν. ἐν δ ὀνείρασιν λεπταῖς ὑπαὶ κώνωπος ἐξηγειρόμην ῥιπαῖσι θωύσσοντος, ἀμφί σοι πάθη ὁρῶσα πλείω τοῦ ξυνεύδοντος χρόνου. νῦν ταῦτα πάντα τλᾶς ἀπενθήτῳ φρενὶ λέγοιμ ἂν ἄνδρα τόνδε τῶν σταθμῶν κύνα, σωτῆρα ναὸς πρότονον, ὑψηλῆς στέγης στῦλον ποδήρη, μονογενὲς τέκνον πατρί, καὶ γῆν φανεῖσαν ναυτίλοις παρ ἐλπίδα, κάλλιστον ἦμαρ εἰσιδεῖν ἐκ χείματος, ὁδοιπόρῳ διψῶντι πηγαῖον ῥέος:
τερπνὸν δὲ τἀναγκαῖον ἐκφυγεῖν ἅπαν. τοιοῖσδέ τοί νιν ἀξιῶ προσφθέγμασιν. φθόνος δ ἀπέστω: πολλὰ γὰρ τὰ πρὶν κακὰ ἠνειχόμεσθα. νῦν δέ μοι, φίλον κάρα, ἔκβαιν ἀπήνης τῆσδε, μὴ χαμαὶ τιθεὶς τὸν σὸν πόδ, ὦναξ, Ἰλίου πορθήτορα. δμῳαί, τί μέλλεθ, αἷς ἐπέσταλται τέλος πέδον κελεύθου στρωννύναι πετάσμασιν· εὐθὺς γενέσθω πορφυρόστρωτος πόρος ἐς δῶμ ἀέλπτον ὡς ἂν ἡγῆται δίκη. τὰ δ ἄλλα φροντὶς οὐχ ὕπνῳ νικωμένη θήσει δικαίως σὺν θεοῖς εἱμαρμένα. Λήδας γένεθλον, δωμάτων ἐμῶν φύλαξ, ἀπουσίᾳ μὲν εἶπας εἰκότως ἐμῇ:
μακρὰν γὰρ ἐξέτεινας: ἀλλ ἐναισίμως αἰνεῖν, παρ ἄλλων χρὴ τόδ ἔρχεσθαι γέρας: καὶ τἄλλα μὴ γυναικὸς ἐν τρόποις ἐμὲ ἅβρυνε, μηδὲ βαρβάρου φωτὸς δίκην χαμαιπετὲς βόαμα προσχάνῃς ἐμοί, μηδ εἵμασι στρώσας ἐπίφθονον πόρον τίθει: θεούς τοι τοῖσδε τιμαλφεῖν χρεών: ἐν ποικίλοις δὲ θνητὸν ὄντα κάλλεσιν βαίνειν ἐμοὶ μὲν οὐδαμῶς ἄνευ φόβου. λέγω κατ ἄνδρα, μὴ θεόν, σέβειν ἐμέ. χωρὶς ποδοψήστρων τε καὶ τῶν ποικίλων κληδὼν ἀυτεῖ: καὶ τὸ μὴ κακῶς φρονεῖν θεοῦ μέγιστον δῶρον. ὀλβίσαι δὲ χρὴ βίον τελευτήσαντ ἐν εὐεστοῖ φίλῃ. εἰ πάντα δ ὣς πράσσοιμ ἄν, εὐθαρσὴς ἐγώ. καὶ μὴν τόδ εἰπὲ μὴ παρὰ γνώμην ἐμοί. γνώμην μὲν ἴσθι μὴ διαφθεροῦντ ἐμέ. ηὔξω θεοῖς δείσας ἂν ὧδ ἔρδειν τάδε. εἴπερ τις, εἰδώς γ εὖ τόδ ἐξεῖπον τέλος. τί δ ἂν δοκεῖ σοι Πρίαμος, εἰ τάδ ἤνυσεν· ἐν ποικίλοις ἂν κάρτα μοι βῆναι δοκεῖ. μή νυν τὸν ἀνθρώπειον αἰδεσθῇς ψόγον. φήμη γε μέντοι δημόθρους μέγα σθένει. ὁ δ ἀφθόνητός γ οὐκ ἐπίζηλος πέλει. οὔτοι γυναικός ἐστιν ἱμείρειν μάχης. τοῖς δ ὀλβίοις γε καὶ τὸ νικᾶσθαι πρέπει. ἦ καὶ σὺ νίκην τήνδε δήριος τίεις· πιθοῦ: κράτος μέντοι πάρες γ ἑκὼν ἐμοί. ἀλλ εἰ δοκεῖ σοι ταῦθ, ὑπαί τις ἀρβύλας λύοι τάχος, πρόδουλον ἔμβασιν ποδός.
καὶ τοῖσδέ μ ἐμβαίνονθ ἁλουργέσιν θεῶν μή τις πρόσωθεν ὄμματος βάλοι φθόνος. πολλὴ γὰρ αἰδὼς δωματοφθορεῖν ποσὶν φθείροντα πλοῦτον ἀργυρωνήτους θ ὑφάς. τούτων μὲν οὕτω:
τὴν ξένην δὲ πρευμενῶς τήνδ ἐσκόμιζε: τὸν κρατοῦντα μαλθακῶς θεὸς πρόσωθεν εὐμενῶς προσδέρκεται. ἑκὼν γὰρ οὐδεὶς δουλίῳ χρῆται ζυγῷ. αὕτη δὲ πολλῶν χρημάτων ἐξαίρετον ἄνθος, στρατοῦ δώρημ, ἐμοὶ ξυνέσπετο. ἐπεὶ δ ἀκούειν σοῦ κατέστραμμαι τάδε, εἶμ ἐς δόμων μέλαθρα πορφύρας πατῶν.
ἔστιν θάλασσα, τίς δέ νιν κατασβέσει· τρέφουσα πολλῆς πορφύρας ἰσάργυρον κηκῖδα παγκαίνιστον, εἱμάτων βαφάς. οἶκος δ ὑπάρχει τῶνδε σὺν θεοῖς ἅλις ἔχειν: πένεσθαι δ οὐκ ἐπίσταται δόμος. πολλῶν πατησμὸν δ εἱμάτων ἂν ηὐξάμην, δόμοισι προυνεχθέντος ἐν χρηστηρίοις, ψυχῆς κόμιστρα τῆσδε μηχανωμένῃ. ῥίζης γὰρ οὔσης φυλλὰς ἵκετ ἐς δόμους, σκιὰν ὑπερτείνασα σειρίου κυνός. καὶ σοῦ μολόντος δωματῖτιν ἑστίαν, θάλπος μὲν ἐν χειμῶνι σημαίνεις μολόν: ὅταν δὲ τεύχῃ Ζεὺς ἀπ ὄμφακος πικρᾶς οἶνον, τότ ἤδη ψῦχος ἐν δόμοις πέλει, ἀνδρὸς τελείου δῶμ ἐπιστρωφωμένου. Ζεῦ, Ζεῦ τέλειε, τὰς ἐμὰς εὐχὰς τέλει: μέλοι δέ τοι σοὶ τῶν περ ἂν μέλλῃς τελεῖν.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기