호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
κήρυκ ἀπ ἀκτῆς τόνδ ὁρῶ κατάσκιον κλάδοις ἐλαίας:? μαρτυρεῖ δέ μοι κάσις πηλοῦ ξύνουρος διψία κόνις τάδε, ὡς οὔτ ἄναυδος οὔτε σοι δαίων φλόγα ὕλης ὀρείας σημανεῖ καπνῷ πυρός, ἀλλ ἢ τὸ χαίρειν μᾶλλον ἐκβάξει λέγων - τὸν ἀντίον δὲ τοῖσδ ἀποστέργω λόγον: εὖ γὰρ πρὸς εὖ φανεῖσι προσθήκη πέλοι. - ὅστις τάδ ἄλλως τῇδ ἐπεύχεται πόλει, αὐτὸς φρενῶν καρποῖτο τὴν ἁμαρτίαν. ἰὼ πατρῷον οὖδας Ἀργείας χθονός, δεκάτου σε φέγγει τῷδ ἀφικόμην ἔτους, πολλῶν ῥαγεισῶν ἐλπίδων μιᾶς τυχών. οὐ γάρ ποτ ηὔχουν τῇδ ἐν Ἀργείᾳ χθονὶ θανὼν μεθέξειν φιλτάτου τάφου μέρος. νῦν χαῖρε μὲν χθών, χαῖρε δ ἡλίου φάος, ὕπατός τε χώρας Ζεύς, ὁ Πύθιός τ ἄναξ, τόξοις ἰάπτων μηκέτ εἰς ἡμᾶς βέλη: ἅλις παρὰ Σκάμανδρον ἦσθ ἀνάρσιος: νῦν δ αὖτε σωτὴρ ἴσθι καὶ παιώνιος, ἄναξ Ἄπολλον. τούς τ ἀγωνίους θεοὺς πάντας προσαυδῶ, τόν τ ἐμὸν τιμάορον Ἑρμῆν, φίλον κήρυκα, κηρύκων σέβας, ἡρ´ως τε τοὺς πέμψαντας, εὐμενεῖς πάλιν στρατὸν δέχεσθαι τὸν λελειμμένον δορός. ἰὼ μέλαθρα βασιλέων, φίλαι στέγαι, σεμνοί τε θᾶκοι, δαίμονές τ ἀντήλιοι, εἴ που πάλαι, φαιδροῖσι τοισίδ ὄμμασι δέξασθε κόσμῳ βασιλέα πολλῷ χρόνῳ. ἥκει γὰρ ὑμῖν φῶς ἐν εὐφρόνῃ φέρων καὶ τοῖσδ ἅπασι κοινὸν Ἀγαμέμνων ἄναξ. ἀλλ εὖ νιν ἀσπάσασθε, καὶ γὰρ οὖν πρέπει Τροίαν κατασκάψαντα τοῦ δικηφόρου Διὸς μακέλλῃ, τῇ κατείργασται πέδον. βωμοὶ δ ἀίστοι καὶ θεῶν ἱδρύματα, καὶ σπέρμα πάσης ἐξαπόλλυται χθονός. τοιόνδε Τροίᾳ περιβαλὼν ζευκτήριον ἄναξ Ἀτρείδης πρέσβυς εὐδαίμων ἀνὴρ ἥκει, τίεσθαι δ ἀξιώτατος βροτῶν τῶν νῦν: Πάρις γὰρ οὔτε συντελὴς πόλις ἐξεύχεται τὸ δρᾶμα τοῦ πάθους πλέον. ὀφλὼν γὰρ ἁρπαγῆς τε καὶ κλοπῆς δίκην τοῦ ῥυσίου θ ἥμαρτε καὶ πανώλεθρον αὐτόχθονον πατρῷον ἔθρισεν δόμον. διπλᾶ δ ἔτεισαν Πριαμίδαι θἀμάρτια. κῆρυξ Ἀχαιῶν χαῖρε τῶν ἀπὸ στρατοῦ.
χαίρω <γε>: τεθνάναι δ οὐκέτ ἀντερῶ θεοῖς. ἔρως πατρῴας τῆσδε γῆς ς ἐγύμνασεν· ὥστ ἐνδακρύειν γ ὄμμασιν χαρᾶς ὕπο. τερπνῆς ἄρ ἦτε τῆσδ ἐπήβολοι νόσου. πῶς δή· διδαχθεὶς τοῦδε δεσπόσω λόγου. τῶν ἀντερώντων ἱμέρῳ πεπληγμένοι. ποθεῖν ποθοῦντα τήνδε γῆν στρατὸν λέγεις· ὡς πόλλ ἀμαυρᾶς ἐκ φρενός <μ> ἀναστένειν πόθεν τὸ δύσφρον τοῦτ ἐπῆν θυμῷ στύγος· πάλαι τὸ σιγᾶν φάρμακον βλάβης ἔχω. καὶ πῶς· ἀπόντων κοιράνων ἔτρεις τινάς· ὡς νῦν, τὸ σὸν δή, καὶ θανεῖν πολλὴ χάρις. εὖ γὰρ πέπρακται. ταῦτα δ ἐν πολλῷ χρόνῳ τὰ μέν τις ἂν λέξειεν εὐπετῶς ἔχειν, τὰ δ αὖτε κἀπίμομφα. τίς δὲ πλὴν θεῶν ἅπαντ ἀπήμων τὸν δι αἰῶνος χρόνον· μόχθους γὰρ εἰ λέγοιμι καὶ δυσαυλίας, σπαρνὰς παρήξεις καὶ κακοστρώτους, τί δ οὐ στένοντες, οὐ λαχόντες ἤματος μέρος· τὰ δ αὖτε χέρσῳ καὶ προσῆν πλέον στύγος: εὐναὶ γὰρ ἦσαν δηΐων πρὸς τείχεσιν: ἐξ οὐρανοῦ δὲ κἀπὸ γῆς λειμώνιαι δρόσοι κατεψάκαζον, ἔμπεδον σίνος ἐσθημάτων, τιθέντες ἔνθηρον τρίχα. χειμῶνα δ εἰ λέγοι τις οἰωνοκτόνον, οἱο῀ν παρεῖχ ἄφερτον Ἰδαία χιών, ἢ θάλπος, εὖτε πόντος ἐν μεσημβριναῖς κοίταις ἀκύμων νηνέμοις εὕδοι πεσών τί ταῦτα πενθεῖν δεῖ· παροίχεται πόνος: παροίχεται δέ, τοῖσι μὲν τεθνηκόσιν τὸ μήποτ αὖθις μηδ ἀναστῆναι μέλειν. τί τοὺς ἀναλωθέντας ἐν ψήφῳ λέγειν, τὸν ζῶντα δ ἀλγεῖν χρὴ τύχης παλιγκότου· καὶ πολλὰ χαίρειν ξυμφορὰς καταξιῶ. ἡμῖν δὲ τοῖς λοιποῖσιν Ἀργείων στρατοῦ νικᾷ τὸ κέρδος, πῆμα δ οὐκ ἀντιρρέπει: ὡς κομπάσαι τῷδ εἰκὸς ἡλίου φάει ὑπὲρ θαλάσσης καὶ χθονὸς ποτωμένοις: "Τροίαν ἑλόντες δή ποτ Ἀργείων στόλος θεοῖς λάφυρα ταῦτα τοῖς καθ Ἑλλάδα δόμοις ἐπασσάλευσαν ἀρχαῖον γάνος. " τοιαῦτα χρὴ κλύοντας εὐλογεῖν πόλιν καὶ τοὺς στρατηγούς: καὶ χάρις τιμήσεται Διὸς τόδ ἐκπράξασα. πάντ ἔχεις λόγον. νικώμενος λόγοισιν οὐκ ἀναίνομαι:
ἀεὶ γὰρ ἥβη τοῖς γέρουσιν εὖ μαθεῖν. δόμοις δὲ ταῦτα καὶ Κλυταιμήστρᾳ μέλειν εἰκὸς μάλιστα, σὺν δὲ πλουτίζειν ἐμέ. ἀνωλόλυξα μὲν πάλαι χαρᾶς ὕπο, ὅτ ἦλθ ὁ πρῶτος νύχιος ἄγγελος πυρός, φράζων ἅλωσιν Ἰλίου τ ἀνάστασιν. καί τίς μ ἐνίπτων εἶπε, "φρυκτωρῶν δία πεισθεῖσα Τροίαν νῦν πεπορθῆσθαι δοκεῖς· ἦ κάρτα πρὸς γυναικὸς αἴρεσθαι κέαρ. " λόγοις τοιούτοις πλαγκτὸς οὖς ἐφαινόμην. ὅμως δ ἔθυον, καὶ γυναικείῳ νόμῳ ὀλολυγμὸν ἄλλος ἄλλοθεν κατὰ πτόλιν ἔλασκον εὐφημοῦντες ἐν θεῶν ἕδραις θυηφάγον κοιμῶντες εὐώδη φλόγα. καὶ νῦν τὰ μάσσω μὲν τί δεῖ σέ μοι λέγειν·
ἄνακτος αὐτοῦ πάντα πεύσομαι λόγον. ὅπως δ ἄριστα τὸν ἐμὸν αἰδοῖον πόσιν σπεύσω πάλιν μολόντα δέξασθαι: - τί γὰρ γυναικὶ τούτου φέγγος ἥδιον δρακεῖν, ἀπὸ στρατείας ἀνδρὶ σώσαντος θεοῦ πύλας ἀνοῖξαι· - ταῦτ ἀπάγγειλον πόσει: ἥκειν ὅπως τάχιστ ἐράσμιον πόλει: γυναῖκα πιστὴν δ ἐν δόμοις εὑρ´οι μολὼν οἱάν περ οὖν ἔλειπε, δωμάτων κύνα ἐσθλὴν ἐκείνῳ, πολεμίαν τοῖς δύσφροσιν, καὶ τἄλλ ὁμοίαν πάντα, σημαντήριον οὐδὲν διαφθείρασαν ἐν μήκει χρόνου. οὐδ οἶδα τέρψιν οὐδ ἐπίψογον φάτιν ἄλλου πρὸς ἀνδρὸς μᾶλλον ἢ χαλκοῦ βαφάς. τοιόσδ ὁ κόμπος τῆς ἀληθείας γέμων οὐκ αἰσχρὸς ὡς γυναικὶ γενναίᾳ λακεῖν.
αὕτη μὲν οὕτως εἶπε μανθάνοντί σοι τοροῖσιν ἑρμηνεῦσιν εὐπρεπῶς λόγον. σὺ δ εἰπέ, κῆρυξ, Μενέλεων δὲ πεύθομαι. εἰ νόστιμός τε καὶ σεσωσμένος πάλιν ἥκει σὺν ὑμῖν, τῆσδε γῆς φίλον κράτος. οὐκ ἔσθ ὅπως λέξαιμι τὰ ψευδῆ καλὰ ἐς τὸν πολὺν φίλοισι καρποῦσθαι χρόνον. πῶς δῆτ ἂν εἰπὼν κεδνὰ τἀληθῆ τύχοις· σχισθέντα δ οὐκ εὔκρυπτα γίγνεται τάδε. ἁνὴρ ἄφαντος ἐξ Ἀχαιικοῦ στρατοῦ, αὐτός τε καὶ τὸ πλοῖον. οὐ ψευδῆ λέγω. πότερον ἀναχθεὶς ἐμφανῶς ἐξ Ἰλίου, ἢ χεῖμα, κοινὸν ἄχθος, ἡρ´πασε στρατοῦ· ἔκυρσας ὥστε τοξότης ἄκρος σκοποῦ: μακρὸν δὲ πῆμα συντόμως ἐφημίσω. πότερα γὰρ αὐτοῦ ζῶντος ἢ τεθνηκότος φάτις πρὸς ἄλλων ναυτίλων ἐκλῄζετο· οὐκ οἶδεν οὐδεὶς ὥστ ἀπαγγεῖλαι τορῶς, πλὴν τοῦ τρέφοντος Ἡλίου χθονὸς φύσιν. πῶς γὰρ λέγεις χειμῶνα ναυτικῷ στρατῷ ἐλθεῖν τελευτῆσαί τε δαιμόνων κότῳ· εὔφημον ἦμαρ οὐ πρέπει κακαγγέλῳ γλώσσῃ μιαίνειν:
χωρὶς ἡ τιμὴ θεῶν. ὅταν δ ἀπευκτὰ πήματ ἄγγελος πόλει στυγνῷ προσώπῳ πτωσίμου στρατοῦ φέρῃ, πόλει μὲν ἕλκος ἓν τὸ δήμιον τυχεῖν, πολλοὺς δὲ πολλῶν ἐξαγισθέντας δόμων ἄνδρας διπλῇ μάστιγι, τὴν Ἄρης φιλεῖ, δίλογχον ἄτην, φοινίαν ξυνωρίδα: τοιῶνδε μέντοι πημάτων σεσαγμένον πρέπει λέγειν παιᾶνα τόνδ Ἐρινύων. σωτηρίων δὲ πραγμάτων εὐάγγελον ἥκοντα πρὸς χαίρουσαν εὐεστοῖ πόλιν, πῶς κεδνὰ τοῖς κακοῖσι συμμείξω, λέγων χειμῶν Ἀχαιοῖς οὐκ ἀμήνιτον θεῶν· ξυνώμοσαν γάρ, ὄντες ἔχθιστοι τὸ πρίν, πῦρ καὶ θάλασσα, καὶ τὰ πίστ ἐδειξάτην φθείροντε τὸν δύστηνον Ἀργείων στρατόν. ἐν νυκτὶ δυσκύμαντα δ ὠρώρει κακά. ναῦς γὰρ πρὸς ἀλλήλαισι Θρῄκιαι πνοαὶ ἤρεικον: αἱ δὲ κεροτυπούμεναι βίᾳ χειμῶνι τυφῶ σὺν ζάλῃ τ ὀμβροκτύπῳ ᾤχοντ ἄφαντοι ποιμένος κακοῦ στρόβῳ. ἐπεὶ δ ἀνῆλθε λαμπρὸν ἡλίου φάος, ὁρῶμεν ἀνθοῦν πέλαγος Αἰγαῖον νεκροῖς ἀνδρῶν Ἀχαιῶν ναυτικοῖς τ ἐρειπίοις. ἡμᾶς γε μὲν δὴ ναῦν τ ἀκήρατον σκάφος ἤτοι τις ἐξέκλεψεν ἢ ξῃτήσατο θεός τις, οὐκ ἄνθρωπος, οἰάκος θιγών. τύχη δὲ σωτὴρ ναῦν θέλους ἐφέζετο, ὡς μήτ ἐν ὁρ´μῳ κύματος ζάλην ἔχειν μήτ ἐξοκεῖλαι πρὸς κραταίλεων χθόνα. ἔπειτα δ Αἵδην πόντιον πεφευγότες, λευκὸν κατ ἦμαρ, οὐ πεποιθότες τύχῃ, ἐβουκολοῦμεν φροντίσιν νέον πάθος, στρατοῦ καμόντος καὶ κακῶς σποδουμένου. καὶ νῦν ἐκείνων εἴ τίς ἐστιν ἐμπνέων, λέγουσιν ἡμᾶς ὡς ὀλωλότας, τί μή· ἡμεῖς τ ἐκείνους ταὔτ ἔχειν δοξάζομεν. γένοιτο δ ὡς ἄριστα. Μενέλεων γὰρ οὖν πρῶτόν τε καὶ μάλιστα προσδόκα μολεῖν. εἰ γοῦν τις ἀκτὶς ἡλίου νιν ἱστορεῖ καὶ ζῶντα καὶ βλέποντα, μηχαναῖς Διός, οὔπω θέλοντος ἐξαναλῶσαι γένος, ἐλπίς τις αὐτὸν πρὸς δόμους ἥξειν πάλιν. τοσαῦτ ἀκούσας ἴσθι τἀληθῆ κλύων.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기