호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ὁ χρυσαμοιβὸς δ Ἄρης σωμάτων καὶ ταλαντοῦχος ἐν μάχῃ δορὸς πυρωθὲν ἐξ Ἰλίου φίλοισι πέμπει βαρὺ ψῆγμα δυσδάκρυτον ἀν- τήνορος σποδοῦ γεμί- ζων λέβητας εὐθέτους.? στένουσι δ εὖ λέγοντες ἄν- δρα τὸν μὲν ὡς μάχης ἴδρις, τὸν δ ἐν φοναῖς καλῶς πεσόντ - ἀλλοτρίας διαὶ γυναι- κός: τάδε σῖγά τις βαΰ- ζει, φθονερὸν δ ὑπ ἄλγος ἑρ´- πει προδίκοις Ἀτρείδαις. οἱ δ αὐτοῦ περὶ τεῖχος θήκας Ἰλιάδος γᾶς εὔμορφοι κατέχουσιν: ἐχ- θρὰ δ ἔχοντας ἔκρυψεν.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기