호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
βιᾶται δ ἁ τάλαινα πειθώ, προβούλου παῖς ἄφερτος ἄτας.? ἄκος δὲ πᾶν μάταιον. οὐκ ἐκρύφθη, πρέπει δέ, φῶς αἰνολαμπές, σίνος: κακοῦ δὲ χαλκοῦ τρόπον τρίβῳ τε καὶ προσβολαῖς μελαμπαγὴς πέλει δικαιωθείς, ἐπεὶ διώκει παῖς ποτανὸν ὄρνιν, πόλει πρόστριμμ ἄφερτον ἐνθείς. λιτᾶν δ ἀκούει μὲν οὔτις θεῶν: τὸν δ ἐπίστροφον τῶν φῶτ ἄδικον καθαιρεῖ. οἱο῀ς καὶ Πάρις ἐλθὼν ἐς δόμον τὸν Ἀτρειδᾶν ᾔσχυνε ξενίαν τράπε- ζαν κλοπαῖσι γυναικός.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기