- 텍스트

Aeschylus, Agamemnon, choral, strophe 1

(아이스킬로스, 아가멤논, choral, strophe 1)

Διὸς πλαγὰν ἔχουσιν εἰπεῖν, πάρεστιν τοῦτό γ ἐξιχνεῦσαι.? ὡς ἔπραξεν ὡς ἔκρανεν. οὐκ ἔφα τις θεοὺς βροτῶν ἀξιοῦσθαι μέλειν ὅσοις ἀθίκτων χάρις πατοῖθ: ὁ δ οὐκ εὐσεβής. πέφανται δ ἐκτίνους ἀτολμήτων ἀρὴ πνεόντων μεῖζον ἢ δικαίως, φλεόντων δωμάτων ὑπέρφευ ὑπὲρ τὸ βέλτιστον. ἔστω δ ἀπή- μαντον, ὥστ ἀπαρκεῖν εὖ πραπίδων λαχόντα. οὐ γὰρ ἔστιν ἔπαλξις πλούτου πρὸς κόρον ἀνδρὶ λακτίσαντι μέγαν Δίκας βωμὸν εἰς ἀφάνειαν.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION