- 텍스트

Aeschylus, Agamemnon, episode 2:

(아이스킬로스, 아가멤논, episode 2:)

Τροίαν Ἀχαιοὶ τῇδ ἔχους ἐν ἡμέρᾳ.? οἶμαι βοὴν ἄμεικτον ἐν πόλει πρέπειν. ὄξος τ ἄλειφά τ ἐγχέας ταὐτῷ κύτει διχοστατοῦντ ἄν, οὐ φίλω, προσεννέποις. καὶ τῶν ἁλόντων καὶ κρατησάντων δίχα φθογγὰς ἀκούειν ἔστι συμφορᾶς διπλῆς. οἱ μὲν γὰρ ἀμφὶ σώμασιν πεπτωκότες ἀνδρῶν κασιγνήτων τε καὶ φυταλμίων παῖδες γερόντων οὐκέτ ἐξ ἐλευθέρου δέρης ἀποιμώζουσι φιλτάτων μόρον: τοὺς δ αὖτε νυκτίπλαγκτος ἐκ μάχης πόνος νήστεις πρὸς ἀρίστοισιν ὧν ἔχει πόλις τάσσει, πρὸς οὐδὲν ἐν μέρει τεκμήριον, ἀλλ ὡς ἕκαστος ἔσπασεν τύχης πάλον. ἐν <δ> αἰχμαλώτοις Τρωικοῖς οἰκήμασιν ναίουσιν ἤδη, τῶν ὑπαιθρίων πάγων δρόσων τ ἀπαλλαγέντες, ὡς δ εὐδαίμονες ἀφύλακτον εὑδήσουσι πᾶσαν εὐφρόνην.?

상위

Agamemnon (아가멤논)

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION