호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
πνοαὶ δ ἀπὸ Στρυμόνος μολοῦσαι κακόσχολοι νήστιδες δύσορμοι, βροτῶν ἄλαι, ναῶν <τε> καὶ πεισμάτων ἀφειδεῖς, παλιμμήκη χρόνον τιθεῖσαι τρίβῳ κατέξαινον ἄν- θος Ἀργείων:? ἐπεὶ δὲ καὶ πικροῦ χείματος ἄλλο μῆχαρ βριθύτερον πρόμοισιν μάντις ἔκλαγξεν προφέρων Ἄρτεμιν, ὥστε χθόνα βάκ- τροις ἐπικρούσαντας Ἀτρεί- δας δάκρυ μὴ κατασχεῖν:?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기