- 텍스트

Aeschylus, Agamemnon, choral, strophe 1

(아이스킬로스, 아가멤논, choral, strophe 1)

κύριός εἰμι θροεῖν ὅδιον κράτος αἴσιον ἀνδρῶν ἐκτελέων:? ἔτι γὰρ θεόθεν καταπνεύει πειθὼ μολπᾶν ἀλκὰν σύμφυτος αἰών: ὅπως Ἀχαι- ῶν δίθρονον κράτος, Ἑλλάδος ἥβας ξύμφρονα ταγάν, πέμπει σὺν δορὶ καὶ χερὶ πράκτορι θούριος ὄρνις Τευκρίδ ἐπ αἰᾶν, οἰωνῶν βασιλεὺς βασιλεῦσι νε- ῶν ὁ κελαινός, ὅ τ ἐξόπιν ἀργᾶς, φανέντες ἴ- κταρ μελάθρων χερὸς ἐκ δοριπάλτου παμπρέπτοις ἐν ἕδραισιν, βοσκόμενοι λαγίναν, ἐρικύμονα φέρματι γένναν, βλαβέντα λοισθίων δρόμων. αἴλινον αἴλινον εἰπέ, τὸ δ εὖ νικάτω.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION