- 텍스트

Aeschines, Speeches, κατὰ Τιμάρχου?, section 196

(아이스키네스, 연설, κατὰ Τιμάρχου, section 196)

τὰ μὲν οὖν παρ ἐμοῦ δίκαια πάντα ἀπειλήφατε: ἐδίδαξα τοὺς νόμους, ἐξήτασα τὸν βίον τοῦ κρινομένου. νῦν μὲν οὖν ὑμεῖς ἐστε τῶν ἐμῶν λόγων κριταί, αὐτίκα δ ὑμέτερος ἐγὼ θεατής: ἐν γὰρ ταῖς ὑμετέραις γνώμαις ἡ πρᾶξις καταλείπεται. εἰ οὖν βουλήσεσθε, τὰ δίκαια καὶ τὰ συμφέροντα ὑμῶν ποιησάντων, φιλοτιμότερον ἡμεῖς ἕξομεν τοὺς παρανομοῦντας ἐξετάζειν.?

상위

Speeches (연설)

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION