호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
πόθεν οὖν ἴσχυκε καὶ σύνηθες γεγένηται λέγειν, ὡς κατὰ γραμματεῖον ἤδη τινὲς ἡταίρησαν, ἐρῶ. ἀνὴρ εἷς τῶν πολιτῶν τὸ δ ὄνομα οὐ λέξω: τὰς γὰρ ἀπεχθείας φεύγω οὐδὲν προϊδόμενος ὧν ὀλίγῳ πρότερον ἐγὼ διεξῆλθον πρὸς ὑμᾶς, λέγεται κατὰ συνθήκας ἡταιρηκέναι τὰς παρ Ἀντικλεῖ κειμένας: οὐκ ὢν δ ἰδιώτης, ἀλλὰ πρὸς τὰ κοινὰ προσιὼν καὶ λοιδορίαις περιπίπτων, εἰς συνήθειαν ἐποίησε τοῦ λόγου τούτου τὴν πόλιν καταστῆναι, καὶ διὰ τοῦτο ἐρωτῶσί τινες, εἰ κατὰ γραμματεῖον ἡ πρᾶξις γεγένηται. ὁ δὲ νομοθέτης οὐχ ὅπως τὸ πρᾶγμα γεγένηται ἐφρόντισεν, ἀλλ ἐὰν ὁπωσοῦν μίσθωσις γένηται, κατέγνωκε τοῦ πράξαντος αἰσχύνην.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기