호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἀλλ οὐχ οὗτος, ἀλλ ὁ μισθωθεὶς δικάζεται. οὐκοῦν οὐδὲν ὄφελος τῆς συγγραφῆς. λεγέτω δὴ παρελθών, ἢ ὁ σοφὸς Βάταλος ὑπὲρ αὐτοῦ, ἵν εἰδῶμεν τί ποτ ἐρεῖ. "ἄνδρες δικασταί, ἐμισθώσατό με ἑταιρεῖν αὑτῷ ἀργυρίου ὁστισδηποτοῦν. οὐδὲν γὰρ διαφέρει: "κἀγὼ μὲν ἅπαντα καὶ πεποίηκα καὶ ἔτι καὶ νῦν ποιῶ κατὰ τὸ γραμματεῖον, ἃ χρὴ ποιεῖν τὸν ἑταιροῦντα: "οὗτος δὲ ὑπερβαίνει τὰς συνθήκας. ἔπειτ οὐ πολλὴ κραυγὴ παρὰ τῶν δικαστῶν αὐτῷ ἀπαντήσεται· τίς γὰρ οὐκ ἐρεῖ: "ἔπειτα ἐμβάλλεις εἰς τὴν ἀγοράν, ἢ στεφανοῖ, ἢ πράττεις τι τῶν αὐτῶν ἡμῖν·?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기