- 텍스트

Aeschines, Speeches, κατὰ Τιμάρχου?, section 159

(아이스키네스, 연설, κατὰ Τιμάρχου, section 159)

οὐ γὰρ ἐπεξελθεῖν αὐτῶν ἕκαστον κατ ὄνομα πικρῶς βούλομαι, ἀλλὰ μᾶλλον τῶν τοιούτων ἀπορεῖν ἂν εὐξαίμην ἐν τῷ λόγῳ διὰ τὴν πρὸς τὴν πόλιν εὔνοιαν. ἐπειδὴ δὲ ἑκατέρων προελόμενοί τινας διεξεληλύθαμεν, χωρὶς μὲν τοὺς διὰ σωφροσύνης ἐρωμένους, χωρὶς δὲ τοὺς εἰς ἑαυτοὺς ἐξαμαρτάνοντας, ὑμεῖς ἤδη τοῦτ ἐρωτηθέντες ἀποκρίνασθε πρὸς ἐμέ, εἰς ὁποτέραν τὴν τάξιν Τίμαρχον κατανέμετε, πότερα εἰς τοὺς ἐρωμένους ἢ εἰς τοὺς πεπορνευμένους. οὐκοῦν μὴ καταλιπὼν ἣν εἵλου συμμορίαν αὐτομολήσῃς εἰς τὰς τῶν ἐλευθέρων διατριβάς.?

상위

Speeches (연설)

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION