호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
πάλιν τοίνυν ὁ αὐτὸς ἐν τῷ Φοίνικι ἀποφαίνεται, ὑπὲρ τῆς γεγενημένης αὐτῷ πρὸς τὸν πατέρα διαβολῆς ἀπολογούμενος, καὶ ἀπεθίζων τοὺς ἀνθρώπους μὴ ἐξ ὑποψίας μηδ ἐκ διαβολῆς, ἀλλ ἐκ τοῦ βίου, τὰς κρίσεις ποιεῖσθαι: ἤδη δὲ πολλῶν ᾑρέθην λόγων κριτής,καὶ πόλλ ἁμιλληθέντα μαρτύρων ὕποτἀναντί ἔγνων συμφορᾶς μιᾶς πέρι. κἀγὼ μὲν οὕτω, χὤστις ἔστ ἀνὴρ σοφός,λογίζομαι τἀληθές, εἰς ἀνδρὸς φύσινσκοπῶν δίαιτάν θ, ἥντιν ἡμερεύεται. ὅστις δ ὁμιλῶν ἥδεται κακοῖς ἀνήρ,οὐ πώποτ ἠρώτησα, γιγνώσκων ὅτιτοιοῦτός ἐσθ οἱοίσπερ ἥδεται ξυνών.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기