호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἀναγίγνωσκε δὴ ἃ περὶ τοῦ ὁμοτάφους αὐτοὺς γενέσθαι λέγει ἐν τῷ ὕπνῳ ὁ Πάτροκλος, καὶ περὶ τῶν διατριβῶν, ἃς συνδιέτριβον ἀλλήλοις. οὐ γὰρ ἔτι ζωοί γε φίλων ἀπάνευθεν ἑταίρωνβουλὰς ἑζόμενοι βουλεύσομεν: ἀλλ ἐμὲ μὲν Κὴρἀμφέχανε στυγερή, ἥπερ λάχε γεινόμενόν περ: καὶ δὲ σοὶ αὐτῷ μοῖρα, θεοῖς ἐπιείκελ Ἀχιλλεῦ,τείχει ὕπο Τρώων εὐηγενέων ἀπολέσθαι,μαρνάμενον δηίοις Ἑλένης ἕνεκ ἠυκόμοιο. ἄλλο δέ τοι ἐρέω, σὺ δ ἐνὶ φρεσὶ βάλλεο σῇσιν: μὴ ἐμὰ σῶν ἀπάνευθε τιθήμεναι ὀστέ, Ἀχιλλεῦ,ἀλλ ἵνα πέρ σε καὶ αὐτὸν ὁμοίη γαῖα κεκεύθῃ,χρυσέῳ ἐν ἀμφιφορεῖ, τόν τοι πόρε πότνια μήτηρ,ὡς ὁμοῦ ἐτράφομέν περ ἐν ὑμετέροισι δόμοισιν,εὖτέ με τυτθὸν ἐόντα Μενοίτιος ἐξ Ὀπόεντοσἤγαγεν ὑμέτερόνδ ἀνδροκτασίης ὕπο λυγρῆς,ἤματι τῷ, ὅτε παῖδα κατέκτανον Ἀμφιδάμαντος,νήπιος, οὐκ ἐθέλων, ἀμφ ἀστραγάλοισι χολωθείς: ἔνθα με δεξάμενος ἐν δώμασιν ἱππότα Πηλεὺσἔτρεφέ τ ἐνδυκέως καὶ σὸν θεράποντ ὀνόμηνεν: ὣς δὲ καὶ ὀστέα νῶιν ὁμὴ σορὸς ἀμφικαλύπτοι.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기