- 텍스트

Aeschines, Speeches, κατὰ Τιμάρχου?, section 119

(아이스키네스, 연설, κατὰ Τιμάρχου, section 119)

ὁ γὰρ περιττὸς ἐν τοῖς λόγοις Δημοσθένης ἢ τοὺς νόμους φησὶν ὑμᾶς ἐξαλείφειν δεῖν, ἢ τοῖς ἐμοῖς λόγοις οὐκ εἶναι προσεκτέον. ἀποθαυμάζει γάρ, εἰ μὴ πάντες μέμνησθ ὅτι καθ ἕκαστον ἐνιαυτὸν ἡ βουλὴ πωλεῖ τὸ πορνικὸν τέλος: καὶ τοὺς πριαμένους τὸ τέλος οὐκ εἰκάζειν, ἀλλ ἀκριβῶς εἰδέναι τοὺς ταύτῃ χρωμένους τῇ ἐργασίᾳ. ὁπότε δὴ οὖν τετόλμηκα ἀντιγράψασθαι πεπορνευμένῳ Τιμάρχῳ μὴ ἐξεῖναι δημηγορεῖν, ἀπαιτεῖν φησι τὴν πρᾶξιν αὐτὴν οὐκ αἰτίαν κατηγόρου, ἀλλὰ μαρτυρίαν τελώνου τοῦ παρὰ Τιμάρχου τοῦτο ἐκλέξαντος τὸ τέλος.?

상위

Speeches (연설)

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION