호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
περὶ μὲν οὖν τοὺς πολίτας καὶ τοὺς οἰκείους οἱο῀ς γεγένηται, καὶ τὴν πατρῴαν οὐσίαν ὡς αἰσχρῶς ἀνήλωκε, καὶ τὴν ὕβριν τὴν εἰς τὸ ἑαυτοῦ σῶμα ὡς ὑπερεώρακε, συνῇστε μὲν καὶ πρὶν ἐμὲ λέγειν, ἱκανῶς δ ὑμᾶς ὑπομέμνηκε καὶ ὁ παρ ἐμοῦ λόγος: δύο δέ μοι τῆς κατηγορίας εἴδη λείπεται, ἐφ οἷς ἐμαυτόν τ εἰπεῖν εὔχομαι τοῖς θεοῖς πᾶσι καὶ πάσαις ὑπὲρ τῆς πόλεως ὡς προῄρημαι, ὑμᾶς τε βουλοίμην ἂν οἷς ἐγὼ μέλλω λέγειν προσέχειν καὶ παρακολουθεῖν εὐμαθῶς.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기