- 텍스트

Aeschines, Speeches, κατὰ Τιμάρχου?, section 113

(아이스키네스, 연설, κατὰ Τιμάρχου, section 113)

ἀλλὰ περὶ μὲν τὰς κληρωτὰς ἀρχάς ἐστι τοιοῦτος, περὶ δὲ τὰς χειροτονητὰς βελτίων. καὶ τίς ὑμῶν οὐκ οἶδεν ὡς περιβοήτως ἐξηλέγχθη κλέπτης ὤν· πεμφθεὶς γὰρ ὑφ ὑμῶν ἐξεταστὴς τῶν ἐν Ἐρετρίᾳ ξένων, μόνος τῶν ἐξεταστῶν ὡμολόγει λαβεῖν ἀργύριον, καὶ οὐ περὶ τοῦ πράγματος ἀπελογεῖτο, ἀλλ εὐθὺς περὶ τοῦ τιμήματος ἱκέτευεν ὁμολογῶν ἀδικεῖν. ὑμεῖς δὲ τοῖς μὲν ἐξάρνοις ἐτιμήσατε ταλάντου ἑκάστῳ, τούτῳ δὲ τριάκοντα μνῶν. οἱ δὲ νόμοι κελεύουσι τῶν κλεπτῶν τοὺς μὲν ὁμολογοῦντας θανάτῳ ζημιοῦσθαι, τοὺς δ ἀρνουμένους κρίνεσθαι.?

상위

Speeches (연설)

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION