- 텍스트

Aeschines, Speeches, κατὰ Τιμάρχου?, section 111

(아이스키네스, 연설, κατὰ Τιμάρχου, section 111)

θαυμασάντων δ ὑμῶν, πῶς ἀνὴρ καὶ γυνὴ καὶ τίς ὁ λόγος, εἶπε μικρὸν διαλιπών: "ὅ τι λέγω· "πρότερον δ ἦν καὶ αὐτὸς Λεωδάμαντος γυνή: "ἡ δὲ γυνὴ Τίμαρχος οὑτοσί. ὃν δὲ τρόπον κλέπτεται τὸ ἀργύριον, ἐγὼ ἐρῶ. μετὰ ταῦτα ἤδη διεξῄει περὶ τοῦ πράγματος καὶ μάλα εἰδότως καὶ σαφῶς. "ὦ ἄνδρες Ἀθηναῖοι, ἃ συμβουλεύω ὑμῖν· "ἐὰν μὲν ἡ βουλὴ καταγνοῦσα τουτουὶ καὶ ἐκφυλλοφορήσασα δικαστηρίῳ παραδῷ, δότε τὴν δωρεὰν αὐτοῖς, ἐὰν δὲ μὴ κολάσωσι, μὴ δῶτε, ἀλλ εἰς ἐκείνην αὐτοῖς τὴν ἡμέραν ἀπομνημονεύσατε.?

상위

Speeches (연설)

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION