호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τούτῳ γὰρ κατέλιπεν ὁ πατὴρ οὐσίαν, ἀφ ἧς ἕτερος μὲν κἂν ἐλῃτούργει, οὗτος δὲ οὐδ αὑτῷ διαφυλάξαι ἐδυνήθη: οἰκίαν μὲν ὄπισθεν τῆς πόλεως, ἐσχατιὰν δὲ Σφηττοῖ, Ἀλωπεκῆσι δ ἕτερον χωρίον, χωρὶς δὲ οἰκέτας δημιουργοὺς τῆς σκυτοτομικῆς τέχνης ἐννέα ἢ δέκα, ὧν ἕκαστος τούτῳ δύ ὀβολοὺς ἀποφορὰν ἔφερε τῆς ἡμέρας, ὁ δ ἡγεμὼν τοῦ ἐργαστηρίου τριώβολον: ἔτι δὲ πρὸς τούτοις γυναῖκα ἀμόργινα ἐπισταμένην ἐργάζεσθαι καὶ ἔργα λεπτὰ εἰς τὴν ἀγορὰν ἐκφέρουσαν, καὶ ἄνδρα ποικιλτήν, καὶ ὀφείλοντάς τινας αὐτῷ ἀργύριον, καὶ ἔπιπλα.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기