호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
εἰ δή τις με ἔροιτο ὑμῶν: "σὺ δὲ τί οἶσθα, εἰ ἡμεῖς ἂν τούτου κατεψηφισάμεθα· εἴποιμ ἄν: "διότι πεπαρρησίασθέ μοι καὶ διείλεχθε. καὶ ὁπότε καὶ ὅπου ἕκαστος, ἐγὼ ὑμᾶς ὑπομνήσω: ὅταν οὗτος ἀναβῇ ἐπὶ τὸ βῆμα: καὶ ἡ βουλή, ὅτε ἐβούλευε πέρυσιν. εἰ γὰρ μνησθείη τειχῶν ἐπισκευῆς ἢ πύργου, ἢ ὡς ἀπήγετό ποι τις, εὐθὺς ἐβοᾶτε καὶ ἐγελᾶτε, καὶ αὐτοὶ ἐλέγετε τὴν ἐπωνυμίαν τῶν ἔργων ὧν σύνιστε αὐτῷ.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기