- 텍스트

Aeschines, Speeches, κατὰ Τιμάρχου?, section 62

(아이스키네스, 연설, κατὰ Τιμάρχου, section 62)

βαρέως δὲ φέρων τὴν ὕβριν αὐτῶν ὁ ἄνθρωπος, δίκην ἑκατέρῳ αὐτῶν λαγχάνει. ὅτε δ ἐδικάζετο, ἄλλην σκέψασθε μεγάλην ῥώμην Ἡγησάνδρου: ἄνθρωπον οὐδὲν αὐτὸν ἠδικηκότα, ἀλλὰ τὸ ἐναντίον ἠδικημένον, οὐδὲ προσήκοντα αὐτῷ, ἀλλὰ δημόσιον οἰκέτην τῆς πόλεως, ἦγεν εἰς δουλείαν φάσκων ἑαυτοῦ εἶναι. ἐν παντὶ δὲ κακοῦ γενόμενος ὁ Πιττάλακος προσπίπτει ἀνδρὶ καὶ μάλα χρηστῷ. ἔστι τις Γλαύκων Χολαργεύς: οὗτος αὐτὸν ἀφαιρεῖται εἰς ἐλευθερίαν.?

상위

Speeches (연설)

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION