호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ὢν δ ἐν τοιαύτῃ ἀφθονίᾳ καὶ εἰσφοιτῶν ὡς τὸν Πιττάλακον συγκυβευτὴν ὄντα, καὶ τοῦτον ἐκεῖ πρῶτον ἰδών, ἥσθη τε καὶ ἐπεθύμησε καὶ ἐβουλήθη ὡς αὑτὸν ἀναλαβεῖν, καὶ πως ἡγήσατο αὐτὸν ἐγγὺς εἶναι τῆς αὑτοῦ φύσεως. πρῶτον μὲν οὖν τῷ Πιτταλάκῳ διελέχθη δεόμενος παραδοῦναι τοῦτον: ὡς δ οὐκ ἔπειθεν, αὐτῷ τούτῳ προσβάλλει, καὶ οὐ πολὺν ἀνήλωσε λόγον, ἀλλ εὐθὺς ἐπεπείκει: καὶ γὰρ εἰς αὐτὸ τὸ πρᾶγμα δεινὴ ἡ ἀκακία καὶ εὐπειστία, ὥστε καὶ ἐξ αὐτῶν τούτων εἰκότως ἂν μισοῖτο.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기