- 텍스트

Aeschines, Speeches, κατὰ Τιμάρχου?, section 52

(아이스키네스, 연설, κατὰ Τιμάρχου, section 52)

ἐὰν δ ὑμᾶς ἀναμνήσας ἐπιδείξω, ὑπερβαίνων τούσδε τοὺς ἀγρίους, Κηδωνίδην καὶ Αὐτοκλείδην καὶ Θέρσανδρον, αὐτοὺς δὲ λέγων ὧν ἐν ταῖς οἰκίαις ἀνειλημμένος γέγονε, μὴ μόνον παρὰ τῷ Μισγόλᾳ μεμισθαρνηκότα αὐτὸν ἐπὶ τῷ σώματι, ἀλλὰ καὶ παρ ἑτέρῳ καὶ πάλιν παρ ἄλλῷ, καὶ παρὰ τούτου ὡς ἕτερον ἐληλυθότα, οὐκέτι δήπου φανεῖται μόνον ἡταιρηκώς, ἀλλὰ μὰ τὸν Διόνυσον οὐκ οἶδ ὅπως δυνήσομαι περιπλέκειν ὅλην τὴν ἡμέραν καὶ πεπορνευμένος: ὁ γὰρ εἰκῇ τοῦτο καὶ πρὸς πολλοὺς πράττων καὶ μισθοῦ, αὐτῷ μοι δοκεῖ τούτῳ ἔνοχος εἶναι.?

상위

Speeches (연설)

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION