- 텍스트

Aeschines, Speeches, κατὰ Τιμάρχου?, section 48

(아이스키네스, 연설, κατὰ Τιμάρχου, section 48)

ἂν δ ἄρα καὶ τούτους πείσωσι μὴ μαρτυρεῖν, ὡς οὐκ οἰόμαι: εἰ δὲ μή, ἀλλ οὐχ ἅπαντάς γε: ἐκεῖνό γε οὐ μήποτε δυνήσονται, ἀφελέσθαι τὴν ἀλήθειαν, οὐδὲ τὴν ἐν τῇ πόλει περὶ Τιμάρχου φήμην, ἣν οὐκ ἐγὼ τούτῳ παρεσκεύασα, ἀλλ αὐτὸς οὗτος ἑαυτῷ. οὕτω γὰρ χρὴ καθαρὸν εἶναι τὸν βίον τοῦ σώφρονος ἀνδρός, ὥστε μηδ ἐπιδέχεσθαι δόξαν αἰτίας πονηρᾶς.?

상위

Speeches (연설)

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION