호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
καὶ ταῦθ ὅτι ἀληθῆ λέγω, πάντες, ὅσοι κατ ἐκείνους τοὺς χρόνους ἐγίγνωσκον Μισγόλαν καὶ Τίμαρχον, ἴσασιν. ᾗ δὴ καὶ πάνυ χαίρω, ὅτι μοι γέγονεν ἡ δίκη πρὸς ἄνθρωπον οὐκ ἠγνοημένον ὑφ ὑμῶν, οὐδ ἀπ ἄλλου γιγνωσκόμενον οὐδενός, ἢ ἀπ αὐτοῦ τοῦ ἐπιτηδεύματος περὶ οὗ καὶ τὴν ψῆφον μέλλετε φέρειν. περὶ μὲν γὰρ τῶν ἀγνοουμένων σαφεῖς ἴσως προσήκει τὰς ἀποδείξεις ποιεῖσθαι τὸν κατήγορον, περὶ δὲ τῶν ὁμολογουμένων οὐ λίαν ἔγωγε μέγα ἔργον εἶναι νομίζω τὸ κατηγορεῖν: ἀναμνῆσαι γὰρ μόνον προσήκει τοὺς ἀκούοντας.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기