호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Ἀκτῖτ ὦ καλαμευτά, ποτὶ ξερὸν ἔλθ ἀπὸ πέτρας, καί με λάβ εὐάρχαν πρώιον ἐμπολέα.? αἴτε σὺ γ ἐν κύρτῳ μελανουρίδας, αἴτε τιν ἀγρεῖς μορμύρον, ἢ κίχλην, ἢ σπάρον, ἢ σμαρίδα, αἴσιον αὐδάσεις με τὸν οὐ κρέας, ἀλλὰ θάλασσαν τιμῶντα, ψαφαροῦ κλάσματος εἰς ἀπάταν. χαλκίδας ἢν δὲ φέρῃς φιλακανθίδας, ἤ τινα θρίσσαν, εὐάγρει:
λιθίναν οὐ γὰρ ἔχω φάρυγα.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기