- 텍스트

Unknown, Greek Anthology, book 6, chapter 246

(작자 미상, Greek Anthology, book 6, chapter 246)

κέντρα διωξικέλευθα, φιλορρώθωνά τε κημόν, τόν τε περὶ στέρνοις κόσμον ὀδοντοφόρον, κοἰσυϊ´νην ἔτι ῥάβδον ἐπὶ προθύροισι, Πόσειδον, ἄνθετο σοὶ νίκης Χάρμος ἀπ Ἰσθμιάδος, καὶ ψήκτρην ἵππων ἐρυσίτριχα, τὴν τ ἐπὶ νώτων μάστιγα, ῥοίζου μητέρα καρχαλέην.? ἀλλὰ σύ, Κυανοχαῖτα, δέχευ τάδε, τὸν δὲ Λυκίνου υἱᾶ καὶ εἰς μεγάλην στέψον Ὀλυμπιάδα.?

상위

Greek Anthology

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION