호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
οὐδεμία. εἰ ἄρα τι ἄλλο πείσεται τοῦτο, ἐκεῖνο ἂν μόνον πάσχοι οὗ μέρη εἰή· ἀλλὰ δὴ χώραν ἀμεῖβον ἄλλοτ’ ἄλλοθι γίγνεται καὶ οὕτω κινεῖται; εἴπερ γε δή. οὐκοῦν εἶναι μέν που ἔν τινι αὐτῷ ἀδύνατον ἐφάνη; ναί. ἆρ’ οὖν γίγνεσθαι ἔτι ἀδυνατώτερον; οὐκ ἐννοῶ ὅπῃ. εἰ ἔν τῴ τι γίγνεται, οὐκ ἀνάγκη μήτε πω ἐν ἐκείνῳ εἶναι ἔτι ἐγγιγνόμενον, μήτ’ ἔτι ἔξω ἐκείνου παντάπασιν, εἴπερ ἤδη ἐγγίγνεται; ἀνάγκη.
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기