호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἔσπετε νῦν μοι Μοῦσαι Ὀλύμπια δώματ’ ἔχουσαι· ὑμεῖσ γὰρ θεαί ἐστε πάρεστέ τε ἴστέ τε πάντα, ἡμεῖσ δὲ κλέοσ οἰο͂ν ἀκούομεν οὐδέ τι ἴδμεν· οἵ τινεσ ἡγεμόνεσ Δαναῶν καὶ κοίρανοι ἦσαν· πληθὺν δ’ οὐκ ἂν ἐγὼ μυθήσομαι οὐδ’ ὀνομήνω, οὐδ’ εἴ μοι δέκα μὲν γλῶσσαι, δέκα δὲ στόματ’ εἰε͂ν, φωνὴ δ’ ἄρρηκτοσ, χάλκεον δέ μοι ἦτορ ἐνείη, εἰ μὴ Ὀλυμπιάδεσ Μοῦσαι Διὸσ αἰγιόχοιο θυγατέρεσ μνησαίαθ’ ὅσοι ὑπὸ Ἴλιον ἦλθον· ἀρχοὺσ αὖ νηῶν ἐρέω νῆάσ τε προπάσασ.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기