호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
βασιλεὺς δὲ Πύρρος ὡς ἔμαθεν, ὅτι Λευκανοὶ καὶ Βρέττιοι καὶ Ταραντῖνοι φεύγουσι προτροπάδην, καὶ λελώβηται τὸ κατ ἐκείνους μέρος ἡ φάλαγξ, ἐκ τῆς καθ ἑαυτὸν ἴλης μέρος τι παραδοὺς ἑτέροις ἡγεμόσι, καὶ ἀπὸ τοῦ δεξιοῦ κέρατος ἑτέρους ἱππεῖς, ὅσους ὑπέλαβεν ἀρκεῖν, ἀποστέλλει βοηθοὺς τοῖς ὑπὸ τῶν Ῥωμαίων διωκομένοις.? ἐν οἷς δὲ ταῦτα ἐγίνετο χρόνοις, παρὰ τοῦ δαιμονίου βοήθεια τοῖς Ῥωμαίοις ἔκδηλος γίνεται.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기