- 텍스트

Anonymous, Homeric Hymns, Εἲς Σελήνην?

(익명 저작, Homeric Hymns, Εἲς Σελήνην)

μήνην ἀείδειν τανυσίπτερον ἔσπετε, Μοῦσαι, ἡδυεπεῖς κοῦραι Κρονίδεω Διός, ἵστορες ᾠδῆς: ἧς ἄπο αἴγλη γαῖαν ἑλίσσεται οὐρανόδεικτος κρατὸς ἀπ ἀθανάτοιο, πολὺς δ ὑπὸ κόσμος ὄρωρεν αἴγλης λαμπούσης: στίλβει δέ τ ἀλάμπετος ἀὴρ χρυσέου ἀπὸ στεφάνου, ἀκτῖνες δ ἐνδιάονται, εὖτ ἂν ἀπ Ὠκεανοῖο λοεσσαμένη χρόα καλόν, εἵματα ἑσσαμένη τηλαυγέα δῖα Σελήνη, ζευξαμένη πώλους ἐριαύχενας, αἰγλήεντας, ἐσσυμένως προτέρως ἐλάσῃ καλλίτριχας ἵππους, ἑσπερίη, διχόμηνος: ὃ δὲ πλήθει μέγας ὄγμος λαμπρόταταί τ αὐγαὶ τότ ἀεξομένης τελέθουσιν οὐρανόθεν: τέκμωρ δὲ βροτοῖς καὶ σῆμα τέτυκται. τῇ ῥά ποτε Κρονίδης ἐμίγη φιλότητι καὶ εὐνῇ:

ἣ δ ὑποκυσαμένη Πανδείην γείνατο κούρην, ἐκπρεπὲς εἶδος ἔχουσαν ἐν ἀθανάτοισι θεοῖσι. χαῖρε, ἄνασσα, θεὰ λευκώλενε, δῖα Σελήνη, πρόφρον, ἐυπλόκαμος:

σέο δ ἀρχόμενος κλέα φωτῶν ᾄσομαι ἡμιθέων, ὧν κλείους ἔργματ ἀοιδοί, Μουσάων θεράποντες, ἀπὸ στομάτων ἐροέντων.

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION