호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἀμφὶ Ποσειδάωτα, μέγαν θεόν, ἄρχομ ἀείδειν, γαίης κινητῆρα καὶ ἀτρυγέτοιο θαλάσσης, πόντιον, ὅσθ Ἑλικῶνα καὶ εὐρείας ἔχει Αἰγάς. διχθά τοι, Ἐννοσίγαιε, θεοὶ τιμὴν ἐδάσαντο, ἵππων τε δμητῆρ ἔμεναι σωτῆρά τε νηῶν. χαῖρε, Ποσείδαον γαιήοχε, κυανοχαῖτα, καί, μάκαρ, εὐμενὲς ἦτορ ἔχων πλώουσιν ἄρηγε.
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기