호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Ἡρακλέα, Διὸς υἱόν, ἀείσομαι, ὃν μέγ ἄριστον γείνατ ἐπιχθονίων Θήβῃς ἔνι καλλιχόροισιν Ἀλκμήνη μιχθεῖσα κελαινεφέι Κρονίωνι: ὃς πρὶν μὲν κατὰ γαῖαν ἀθέσφατον ἠδὲ θάλασσαν πλαζόμενος πομπῇσιν ὕπ Εὐρυσθῆος ἄνακτος πολλὰ μὲν αὐτὸς ἔρεξεν ἀτάσθαλα, πολλὰ δ ἀνέτλη: νῦν δ ἤδη κατὰ καλὸν ἕδος νιφόεντος Ὀλύμπου ναίει τερπόμενος καὶ ἔχει καλλίσφυρον Ἥβην. χαῖρε, ἄναξ, Διὸς υἱέ:
δίδου δ ἀρετήν τε καὶ ὄλβον.
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기