- 텍스트

Anonymous, Homeric Hymns, Εἲς Ἀπόλλωνα [Δήλιον]?, [Εἲς Ἀπόλλωνα Πύθιον] 2:

(익명 저작, Homeric Hymns, Εἲς Ἀπόλλωνα [Δήλιον], [Εἲς Ἀπόλλωνα Πύθιον] 2:)

εἶσι δὲ φορμίζων Λητοῦς ἐρικυδέος υἱὸς φόρμιγγι γλαφυρῇ πρὸς Πυθὼ πετρήεσσαν, ἄμβροτα εἵματ ἔχων τεθυωμένα: τοῖο δὲ φόρμιγξ χρυσέου ὑπὸ πλήκτρου καναχὴν ἔχει ἱμερόεσσαν. ἔνθεν δὲ πρὸς Ὄλυμπον ἀπὸ χθονός, ὥστε νόημα, εἶσι Διὸς πρὸς δῶμα θεῶν μεθ ὁμήγυριν ἄλλων. αὐτίκα δ ἀθανάτοισι μέλει κίθαρις καὶ ἀοιδή: Μοῦσαι μέν θ ἅμα πᾶσαι ἀμειβόμεναι ὀπὶ καλῇ ὑμνεῦσίν ῥα θεῶν δῶρ ἄμβροτα ἠδ ἀνθρώπων τλημοσύνας, ὅς ἔχοντες ὑπ ἀθανάτοισι θεοῖσι ζώους ἀφραδέες καὶ ἀμήχανοι, οὐδὲ δύνανται εὑρέμεναι θανάτοιό τ ἄκος καὶ γήραος ἄλκαρ: αὐτὰρ ἐυπλόκαμοι Χάριτες καὶ ἐύφρονες Ὧραι Ἁρμονίη θ Ἥβη τε Διὸς θυγάτηρ τ Ἀφροδίτη ὀρχεῦντ ἀλλήλων ἐπὶ καρπῷ χεῖρας ἔχουσαι: τῇσι μὲν οὔτ αἰσχρὴ μεταμέλπεται οὔτ ἐλάχεια, ἀλλὰ μάλα μεγάλη τε ἰδεῖν καὶ εἶδος ἀγητή, Ἄρτεμις ἰοχέαιρα ὁμότροφος Ἀπόλλωνι. ἐν δ αὖ τῇσιν Ἄρης καὶ ἐύσκοπος Ἀργειφόντης παίζους: αὐτὰρ ὁ Φοῖβος Απόλλων ἐγκιθαρίζει καλὰ καὶ ὕψι βιβάς: αἴγλη δέ μιν ἀμφιφαείνει μαρμαρυγαί τε ποδῶν καὶ ἐυκλώστοιο χιτῶνος. οἳ δ ἐπιτέρπονται θυμὸν μέγαν εἰσορόωντες Λητώ τε χρυσοπλόκαμος καὶ μητίετα Ζεὺς υἱᾶ φίλον παίζοντα μετ ἀθανάτοισι θεοῖσι.

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION